Porphyry of Tyre Translation Project

From HellenisticWiki

Jump to: navigation, search

This page is set up for organizing the translation of the work of the Neoplatonic philosopher Porphyry of Tyre's Introduction to the Apotelesmatika of Ptolemy.

In the appendix of CCAG 5, part 4 there is a 30 page book of definitions attributed to 'Porphyry the Philosopher', apparently derived from a lost set of definitions written by Antiochus of Athens. Porphyry apparently meant it to act as an introduction to Claudius Ptolemy's astrological work, since Ptolemy takes a number of astrological concepts and terms for granted. Towards the end of the work a few non-Hellenistic era definitions have been inserted, apparently derived from the work of Sahl ibn Bishr.

The full version of CCAG 5, part 4 can be downloaded from our texts page.[1] A link for a smaller excerpt of just the relevant material from Porphry can be downloaded below as a PDF.


Step 1: Type up the Greek.


Step 2: Start translating.



Porphyry of Tyre
Introduction to the Apotelesmatika of Ptolemy
CCAG 5, part 4, pgs. 187-228:[2]
Edited by Emilie Boer and Stephen Weinstock (1940)
Page started March 24, 2009
Translation: Add name
Greek Text Entry Eduardo Gramaglia
Additional Contributors: Chris Brennan


Translation


Porphyry the Philosopher

Introduction to the Apotelesmatika of Ptolemy


Proem






























Greek Text Goes Here


ΠΟΡΦΥΡΙΟΥ ΦΙΛΟΣΟΦΟΥ

Εἰσαγωγὴ εἰς τὴν ᾿Αποτελεσματικὴν τοῦ Πτολεμαίου.


Προοίμιον.


᾿Επειδὴ τὰ περὶ τῆς συγκρατικῆς θεωρίας τῶν οὐρανίων σωμάτων καὶ τὰ ἐξ αὐτῆς τετηρημένα τῶν ἀποτελεσμάτων εἴδηὁλοσχερῶς ὁ Πτολεμαῖος διείληφε συνεσκιασμένην μέντοι καὶ ἀσυμφανῆ τῇ παλαιᾷ τῶν ὀνομάτων χρήσει τὴν φράσιν ἐκθέμενος, ἀναγκαῖον ᾠήθην προδιαστεῖλαι τὰ εἰς τὴν κατάληψιν αὐτῆς συντείνοντα σαφηνείας ἕνεκεν· καὶ τὰ μὲν ἐπ’ ἐνίων τόπων ἐναργῶς ὑπὸ τοῦ Πτολεμαίου ῥηθέντα παρατρέχειν ἐπὶ τοῦ παρόντος πονήματος προσῆκον ἂν εἴη ἅτε φανερὰν ἐχόντων τὴν δήλωσιν, τὰ δὲ κεφαλαιωδῶς ἅμα καὶ ἀσαφῶς ῥηθέντα εὔδηλα παραστῆσαι κατὰ τὸ ἐγχωροῦν πρόσφορον ἡμῖν δοκεῖ πεφυκέναι. αὐτίκα τοίνυν μέμνηται μαρτυρίας καὶ δορυφορίας καὶ καθυπερτερήσεως καὶ ἐπικρατήσεως καὶ τῶν ἐφεξῆς ἡμῖν ὑποτεθησομένων, ἅτινα, ὑπ’ αὐτοῦ τὸ παράπαν μὴ δεδειγμένα, ἐπαπορούμενα ἔσται τῷ προσιόντι ταῖς ἐφόδοις τῶν προτελέσεων. διὸ συντόμως ἅμα καὶ εὐκρινῶς τοῖς προγενεστέροις ἑπόμενοι τήνδε τὴν εἰσαγωγὴν καιρίως ἐκτιθέμεθα ὀφείλουσαν εἶναι καὶ τοῖς λόγων ἀμυήτοις εὐσύνοπτον.


2. Περὶ τῶν ἀπὸ τοῦ ῾Ηλίου καὶ τῆς Σελήνης καὶ τῶν ἀστέρων ἐν ταῖς παρόδοις γινομένων ἐπισημασιῶν.


῾Ο ῞Ηλιος τοίνυν καθάπερ τις κράτιστος βασιλεὺς ἐν τοῖς με- τεώροις ἄστρασι τέτακται τὰ περὶ τὸν ἀέρα καὶ τὴν γῆν συνιστά- μενα προφανῶς ῥυθμίζων καὶ κοσμῶν καὶ διατάττων. οἱ δὲ λοι- ποὶ ἀστέρες ἐλαχίστης κρατοῦντες μεταβολῆς ἐν ταῖς πρὸς αὐτὸν συνοικειώσεσι συνεργοῦσιν ἢ ἀποσυνεργοῦσιν. εἰκότως οὖν ἐξε- τάζειν τὰς ὥρας προσαγορεύεται, ἐπειδὴ κατὰ τὴν οἰκείαν λόξωσιν ἔαρ τε καὶ θέρος καὶ φθινόπωρον καὶ χειμῶνα δημιουργεῖ καὶ τῶν ἐν ταῖς ὥραις ἀποτελουμένων θάλπους καὶ ψύχους, προσέτι δὲ καὶ ἀνέμων ὁλοσχερῶς τυγχάνει παραίτιος. κοσμεῖν δὲ καὶ ζῳοποιεῖν ὁ ῞Ηλιος δείκνυται τὴν ἄκοσμον καὶ ζωῆς ἀμέτοχον ὕλην δι’ ἀλήκτου γενέσεως, ἐπεὶ τῶν τελειοτέρων ζῴων τὸ σπέρμα καὶ τὸ καταμήνιον ὑποκειμένου λόγον ἔχει, ὁμοίως δὲ καὶ ἡ ἀπὸ τῆς ἡλιακῆς θερμασίας γινομένη τῆς γῆς ἰλὺς καὶ ἡ ἐν τοῖς ὕδασι τῶν ζῴων γονή, ἅτινα τῇ ἐκ τῶν φώτων αὐτοῦ διηκούσῃ ζωτικῇ καὶ κοσμητικῇ δυνάμει τεταγμέναις περιόδοις εἰδοποιεῖ· οὐ μήν, ἀλλὰ καὶ τὰ σπέρματα εὐκαίρως εἰς τὴν γῆν κρυπτόμενα πρὸς τὸ βλαστάνειν οἰκείως διακοσμεῖ. διατάττει δὲ πάλιν ὁ ῞Ηλιος τὰς πράξεις πᾶσας ὡρισμένοις καιροῖς, ἀμέλει γεωργούς τε καὶ ναυτιλ- λομένους καὶ τὰ φυτὰ σὺν τοῖς ζῴοις διατίθησιν. ἀλλὰ τοὺς μὲν γεωργοὺς καὶ τοὺς ναυτιλλομένους τὰς σχέσεις τῶν πλανωμένων ἀστέρων καὶ ἀπλανῶν πρὸς αὐτὸν εἰς ἀσφάλειαν παρατηρεῖν ἐπο- δήγησε, τὰ δ’ ἄλογα ζῷα ἐν χειμῶνι μὲν εἰς ἀλεεινὰς οἰκήσεις καὶ νηνεμίαν ἐχούσας παρασκευάζει διατρίβειν, ἐν θέρει δὲ τὰς εὐπνου- στέρους καὶ εὐύδρους χώρας μετέρχεσθαι. καὶ τὰ φυτὰ δὲ ἀκό- λουθον ἔχει τάξιν τῇ ἡλιακῇ πορείᾳ· κατὰ γὰρ τοὺς αὐτοὺς και- ροὺς τὰ τερπνὰ καὶ καλόπνοα ἄνθη προβάλλουσι καὶ βλαστοὺς παρεκτείνουσι καὶ καρποὺς παντοδαποὺς δωροφοροῦντα διατελοῦσι.


῾Η δὲ Σελήνη τῶν ὅλων ἄστρων περιγειοτάτη ὑπάρχουσα καὶ ταῖς αὐτῶν ἀπορροίαις ἐν τοῖς σχηματισμοῖς κιρναμένη τῷ τε μεγέθει τῶν φώτων τῶν ἐξ αὐτῶν εἰς τὰ τῇδε διικνουμένων τὰ δεύτερα φέρει τῆς πρὸς ῞Ηλιον ἐνεργείας καὶ ὥσπερ βασιλὶς ἰσχυροτάτη ἐν τῷ κόσμῳ τῶν οὐρανίων τετύπωται ἀναλόγως ῾Ηλίῳ ῥυθμίζουσα τὰς ὥσπερ ὥρας ἤτοι τὰς τέσσαρας τοῦ μη- νὸς ἑβδομάδας. τοῦ γὰρ ῾Ηλίου τὸν ζῳδιακὸν ἐν ὁλοκλήρῳ δια- τρέχοντος ἔτει ἡ Σελήνη ἐξ αὐτοῦ φωτιζομένη καὶ τὸ δρᾶν προσλαμβάνουσα ἀπὸ συνόδου ἐπὶ σύνοδον φέρεται ἐν ἡμέ- ραις κθ∠ʹ ἔγγιστα καὶ πλείστην ἐμφαίνει συγγένειαν πρὸς τὰς τέσσαρας τοῦ ἔτους τροπάς· ἀπὸ μὲν τῆς ἀνατολῆς μέχρι τῆς πρώτης διχοτόμου τῷ ἦρι, ἐντεῦθεν δὲ μέχρι πανσελήνου τῷ θέρει, ἀπὸ πανσελήνου δὲ μέχρι δευτέρας διχοτόμου τῷ φθινοπώρῳ, εἶτ’ ἐφεξῆς μέχρι κρύψεως τῷ χειμῶνι. κοσμεῖ δὲ οὐ γένεσιν καθ’ αὑτὴν συνιστῶσα, ἀλλὰ τελοῦσα παραπλήσιον· πληροῖ γὰρ τὰ ὑπ’ αὐτὴν καὶ πεπαίνει καὶ συναυξάνει καὶ συμμειοῖ. μαρτυρεῖ δὲ τοῖς εἰρη- μένοις τὰ θαλάττια ζῷα, καρκίνοι, ἀστακοὶ καὶ ἐχῖνοι καὶ τὰ τούτοις ὁμοφυῆ ὀστρακόδερμα δηλαδὴ συναυξόμενα τῇ Σελήνῃ καὶ συμμειούμενα. πάλιν δὲ καὶ τὰ φυτὰ σὺν τοῖς καρποῖς καὶ τοῖς σπέρμασι παχύνει καὶ πεπαίνει τῇ πλείστῃ διανομῇ τῆς ὑγρότητος συγκιρναμένη καὶ βραχείᾳ θερμότητι, ἐφεξῆς δὲ καὶ τὸ τάττειν τὰ ὑποκείμενα τὴν Σελήνην ἐκ τῶν κατὰ φύσιν συμβαινόντων ἀποδειχθήσεται. ταῖς γυναιξὶ γοῦν τὰς ἐν ταῖς ἀφέδροις καθάρ- σεις μηνιαίῳ χρόνῳ κατὰ τὸ πλεῖστον παραφυλάττει. καὶ οἱ ποταμοὶ δὲ καὶ αἱ πηγαὶ καὶ οἱ εὔριποι συναυξανόμενοι ὄντως καὶ συγκενούμενοι ὥσπερ ἄνωθεν νόμῳ αὐτοῖς διατάττοντι τῇ τῆς Σελήνης αὐξομειώσει συντρέπονται. φάσεις δὲ αὕτη ποιεῖται πρὸς τὸν ῞Ηλιον ζʹ· μηνοειδὴς μέν, ὅταν ξʹ μοίρας ἀπέχῃ ἡ Σε- λήνη τοῦ ῾Ηλίου εἰς τὰ ἑπόμενα, διχότομος δέ, ὅταν ἀπέχῃ μοίρας Ϟʹ, ἀμφίκυρτος δέ, ἐπὰν μοίρας ρκʹ, πανσέληνος δὲ εἴσω μοιρῶν ρπʹ, ἀμφίκυρτος δὲ δευτέρα κατὰ μείωσιν τοῦ φωτός, ὅταν τοῦ ῾Ηλίου ἡ διάστασις αὐτῆς προηγῆται μοίρας ρκʹ, δευτέρα δὲ διχότομος, ὅταν ἀπέχῃ μοίρας Ϟʹ, μηνοειδὴς δέ, ἐπὰν μοίρας ξʹ. πληρώσασα δὲ ταῦτα τὰ σχήματα ὑπὸ τὰς αὐγὰς φέρεται τοῦ ῾Ηλίου ἐπὶ τὴν καλουμένην σύνοδον καὶ ὑποσημαίνει τὸ περιέχον τοῦ ἀέρος κατάστημα. πᾶσα γὰρ ἐπισημασία πρὸς τὸν ῞Ηλιον γίνεται, ὡς ἂν ἑκάστῳ τῶν ἐπισήμων ἀστέρων πελάζῃ.


Τούτων δ’ οὕτως προδιασταλέντων ἀκόλουθόν ἐστι διελθεῖν τάς τε τῶν πλανωμένων εὐσήμους ἐπιτολὰς καὶ τὰς τῶν ἀπλανῶν πρὸς αὐτοὺς ἰδιοτρόπους συνοικειώσεις, ἐπειδήπερ αἱ μὲν τῶν πλανωμέ- νων ἑῷαι ἀνατολαὶ καὶ οἱ στηριγμοὶ καὶ οὐχ ἥκιστα αἱ μέγισται τῶν φωστήρων ἐκλείψεις σὺν ταῖς πρὸς διάμετρον γινομέναις συν- όδοις ἢ πανσελήνοις, τοῖς τε τροπικοῖς καὶ ἰσημερινοῖς σημείοις ἔτι δὲ καὶ τὰ τυχόντα τῶν οὐρανίων ἐπὶ τῆς ἐκτροπῆς διαθέματα, ἐξ ὧν ἡμῖν ἡ ὅλη διάκρισις ἀναφέρεται, χρησιμώτατα τυγχάνουσιν ἐκ τῆς τῶν ζῳδίων φυσικῆς συμπαθείας, ἐν οἷς οἱ ἐπίσημοι <ἀστέ- ρες> ταῖς παρόδοις καταλαμβάνονται, πρὸς ἔνδειξιν τῶν διατι- θεμένων οἰκήσεων καὶ μορφώσεων. ἐκ δὲ τῆς τῶν ἀστέρων ποιό- τητος καὶ τῆς πρὸς τοὺς ἄλλους συγκρατικῆς μετουσίας ἡ πρό- γνωσις ἡμῖν ἐγγίνεται τῶν μελλόντων ἀγαθῶν ἢ φαύλων συμβήσε- σθαι, πρὸς τούτοις δὲ καὶ τοῦ πολυσχιδοῦς συγκρίματος τῶν γενέ- σεων. οὗτοι δὲ πάντες ἑῷοι μὲν ἐπιτέλλουσιν, ὅταν ἀπὸ συνόδου ἐπὶ τὰ προηγούμενα τοῦ ῾Ηλίου πλέον ἢ ἔλασσον μοιρῶν ιεʹ ἀφί- στανται. ἰδίως δὲ ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Διὸς καὶ ὁ τοῦ ῎Αρεως ἑῷοι μὲν ὄντες, ἀποστάντες δὲ περὶ μοίρας ρκʹ τὸν πρῶτον στηριγ- μὸν ποιοῦνται ὑποποδίζοντες, ἐν δὲ τῷ Ϛʹ ζῳδίῳ παραγενόμενοι ἔτι μᾶλλον ἀναποδίζοντες ἐπ’ ἀκρόνυχον φέρονται κατὰ διάμετρον τῷ ῾Ηλίῳ σχηματιζόμενοι καὶ ἅμα τῇ δύσει αὐτοῦ κατ’ ἀρχὰς τῆς νυκτὸς ἀνατέλλοντες· ἀπὸ τῆς ἀκρονύκτου δ’ ὡσαύτως τοῖς ἀριθ- μοῖς ἀφαιροῦντες καὶ ἐπὶ τὸ ἑπόμενον τρίγωνον τοῦ ῾Ηλίου ἐληλυ- θότες τὸν δεύτερον ποιοῦνται στηριγμόν· αὖθις τοῖς ἀριθμοῖς προστιθέντες καὶ καταντήσαντες εἰς τὴν ἐπαναφορὰν τοῦ ῾Ηλίου καὶ τὴν ἑσπερίαν ποιησάμενοι δύσιν ἐπὶ σύνοδον ἀφικνοῦνται. σύνοδος γὰρ κυρίως ἐστίν, ὅταν κατὰ τὸ αὐτὸ ζῴδιον ἰσόμοιροι τύχωσι τῷ ῾Ηλίῳ μὴ ἀπέχοντες αὐτοῦ πλέον ἢ ἔλασσον λεπτῶν νθʹ. μόνος δὲ ὁ τοῦ Πυρόεντος ἀστὴρ καὶ ἕτερα δύο σχήματα ποιεῖ- ται πρὸς τὸν ῞Ηλιον, ἅτινα εἰώθασιν ἀνωμαλίαν καλεῖν οἱ περὶ ταῦτα ἐπιμελέστεροι· καὶ τὴν μὲν πρώτην ἀνωμαλίαν ποιεῖται, ὅταν ἑῷος ὑπάρχων προηγῆται τοῦ ῾Ηλίου μοίρας πβʹ ἢ Ϟʹ, τὴν δὲ δευτέραν ἐπὶ τῆς ἑσπερίας δύσεως, ὅταν τὴν αὐτὴν διάστασιν ὁ ἀστὴρ ἀπέχῃ πρὸς ῞Ηλιον. ἀεὶ δὲ οὗτοι, ὡς δέδεικται, ἔλαττον τοῦ ῾Ηλίου διανύουσι κίνημα.


῾Ο δὲ τῆς ᾿Αφροδίτης καὶ ὁ τοῦ ῾Ερμοῦ τὰ ἀλλοιοῦντα τὸν βίον τῶν ἀνθρώπων καὶ τὰ ἐπὶ γῆς διὰ τῆς πρὸς ῞Ηλιον σχέσεως ποτὲ μὲν πλέον, ποτὲ δὲ ἔλαττον τὸ ἡμερήσιον διανύουσι δρόμη- μα. ὅθεν καὶ διττὰς φάσεις ποιοῦνται πρὸς ῞Ηλιον, ἑῴαν μὲν ἀνατολήν, ὅταν αὐτοῦ προαναφέρωνται ἢ ἐπαναφέρωνται πλέον ἢ ἔλαττον μοιρῶν ιεʹ, ἑσπερίαν δὲ ἀνατολήν, ὅταν ἑπόμενοι ἢ προηγούμενοι ἧττον τῶν ιεʹ μοιρῶν ἢ περαιτέρω ἐπαναφέρων- ται. ἐντὸς δὲ τῶν εἰρημένων διαστάσεων τετυχηκότες ἐν ταῖς προαναφερομέναις τὴν ἑῴαν δύσιν ἐπιτελοῦσιν, ἐν δὲ ταῖς ἀναφε- ρομέναις τὴν ἑσπερίαν δύσιν. στηρίζει δὲ ὁ μὲν τῆς ᾿Αφροδίτης ἀπέχων ἔγγιστα πρὸς τὸν ῞Ηλιον μοίρας μζʹ, ὁ δὲ τοῦ ῾Ερμοῦ περὶ μοίρας κγʹ. ἀλλ’ ἐπὶ μὲν τὰ ἑπόμενα τὸν πρῶτον στηριγμὸν ἀφαιρετικὸν ὄντα ἐπιτελοῦσιν, ἐπὶ τὰ ἡγούμενα δὲ τὸν δεύτερον προποδίζοντες. ἰστέον μέντοι καθόλου, ὅτι ἅπαντες οἱ ἀστέρες ἀεὶ τὴν εἰς τὰ ἑπόμενα ποιοῦνται μετάβασιν. ἡ δὲ κατὰ τὴν αὐτὴν μοῖραν φαινομένη τῶν πλανωμένων μονὴ ἀπάτη τῆς ὄψεως πέφυκεν. οἱ δὲ τῶν ἀπλανῶν ἀστέρων ἐπίσημοι, ὡς τῷ Πτολε- μαίῳ δοκεῖ, τῇ συγκρατικῇ σχέσει πρὸς τοὺς πλανωμένους συνοικειούμενοι ταῖς τούτων φύσεσιν ἀναλόγως διατιθέασιν ἐν τοῖς καθολικοῖς τε τῶν κλιμάτων συμπτώμασι καὶ τοῖς μερικοῖς ἰδιώμασι τῆς γενέσεως συνοικοδεσπόται γενόμενοι.


3. Περὶ ὧν οἱ ἀστέρες ἐν τῷ βάθει ποιοῦνται ἀπογείων καὶ περιγείων σχηματισμῶν.


Χρὴ γινώσκειν τὸν γνησίως προθέμενον ἀνιχνεύειν τὰς τῶν ἀποτελεσμάτων τετηρημένας ἐπιβολάς, ὅτι ἐν τῷ βάθει τῶν ζῳ- δίων οἱ πλανῆται σχήματα ποιοῦνται τέσσαρα. τὸ μὲν πρῶτον ὅταν ἀπὸ τῆς ἀνωτάτω ἁψῖδος εἰς τὴν μέσην κατέλθωσιν ἐξ ὕψους ταπεινούμενοι. τὸ δὲ δεύτερον, ὅταν ἐκ τῆς μέσης εἰς τὴν χθα- μαλὴν ἁψῖδα κατέρχωνται ἐπὶ τὸ περίγειον νεύοντες. τὸ δὲ τρίτον, ἐπὰν ἐκ τῆς κάτω ἀπὶ τὴν μέσην πάλιν ἀνέλθωσιν ἐκ τῆς περι- γείου ὑψούμενοι. τὸ δὲ τέταρτον, ὅταν ἐκ τῆς μέσης εἰς τὴν ἀνω- τάτην ἀνέρχωνται ἐπὶ τὸ ἀπόγειον ἀφικνούμενοι. κατιόντες μὲν γὰρ οἱ ἀστέρες ἐκ τῆς ὑψηλοτάτης ἁψῖδος συνοδικοὶ πρὸς ῞Ηλιον γενόμενοι προποδίζειν ἄρχονται. ἀπὸ δὲ τῆς μέσης κατιόντες ἁψῖδος τὸν πρῶτον ποιούμενοι στηριγμὸν ἐπὶ τὴν ἀκρόνυχον ἔρ- χονται, ἀπὸ δὲ τῆς περιγείου ὑψούμενοι τὴν ἀκρόνυκτον ποιησάμενοι φάσιν ἄρχονται ὑποποδίζειν καὶ ἐπὶ τὸν δεύτερον ἔρχεσθαι στηριγμόν, ἀπὸ δὲ τῆς μέσης ἁψῖδος ἐπὶ τὸ ἀπογειότατον ἀνιόντες τὸν δεύτερον ποιούμενοι στηριγμὸν καὶ τὴν εἰς τὰ ἑπόμενα με- τάβασιν μεγίστην ἐπὶ σύνοδον πορεύονται πρὸς τὸν ῞Ηλιον διάμετρον.


4. Περὶ ἡμερινῶν καὶ νυκτερινῶν ἀστέρων.


῾Ημερινοὺς ἀστέρας ὅταν εἴπωσι, σημαίνουσι Κρόνον καὶ Δία τῆς ῾Ηλίου αἱρέσεως αὐτοὺς εἶναι λέγοντες, ἐπεὶ οὐ πολλὰς δύσεις ποιοῦνται, οὐδὲ σχήματα· χαίρουσι γὰρ ἡμέρας χρηματί- ζοντες καὶ ἡμερινῶν οἴκοις. ὅταν δὲ νυκτερινοὺς ἀστέρας εἴπωσιν, ῎Αρη λέγουσιν καὶ ᾿Αφροδίτην τῆς σεληνιακῆς αἱρέσεως αὐτοὺς εἶναι τιθέντες· πολύσχημοί τε γάρ εἰσι καὶ πολλάκις ὑπὸ δύσιν ἐρχόμενοι καὶ ἐπισκοτούμενοι. τὸν μέντοι γε τοῦ ῾Ερμοῦ ἐπί- κοινον λέγουσιν· ᾧ γὰρ ἂν σχήματι παρατυγχάνοι, τούτῳ οἰκειοῦ- ται, ἑῷος μὲν τῷ ῾Ηλίῳ, τῇ δὲ Σελήνῃ ἑσπέριος.


5. Περὶ οἴκων οἵτινες καὶ ζῶναι τῶν ἀστέρων προσαγορεύονται.


Οἴκους ἀστέρων καὶ ζώνας λέγουσι τὰ ιβʹ τοῦ ζῳδιακοῦ δωδεκα- τημόρια, ἃ καὶ ζῴδια καλοῦσι. τούτων τὰ μὲν βορειότερα καὶ ἡμῶν πλησίον τοῖς φωστῆρσι δέδοται, Σελήνῃ μὲν Καρκίνος, ῾Ηλίῳ δὲ Λέων, ἑξῆς δὲ τῷ μὲν ἐγγυτάτῳ αὐτῶν ῾Ερμῇ Δίδυμοι καὶ Παρθένος, μεθ’ ὃν ᾿Αφροδίτῃ Ταῦρος καὶ Ζυγός, εἶτα ῎Αρει Κριὸς <καὶ> Σκορπίος, εἶτα Διὶ Τοξότης καὶ ᾿Ιχθύες εἶτα τῷ πορρω- τάτῳ ἡμῶν Κρόνῳ Αἰγόκερως καὶ ῾Υδροχόος.


6. Περὶ ὑψωμάτων.


῾Υψώματα δὲ τῶν ἀστέρων τίθενται, τῶν μὲν ἡμερινῶν τὰ τρί- γωνα τῶν οἴκων καὶ τῇ φύσει συμπαθοῦντα. οἷον ῾Ηλίου, ἐπεὶ Λέων ἐστὶν οἶκος, ὕψωμα ἔσται Κριὸς τὸ τρίγωνον τούτου τετρά- πουν ὄν, ἔχει δὲ τὸ ὕψωμα περὶ μοίρας ιθʹ· Κρόνου, ἐπεὶ οἶκος ῾Υδροχόος, ὕψωμα ἔσται Ζυγὸς περὶ μοίρας κʹ· Διός, ἐπεὶ οἶκος ᾿Ιχθύες, ὕψωμα ἔσται Καρκίνος περὶ μοίρας ιεʹ. τῶν δὲ νυκτερινῶν ἀστέρων, ὅσοι τῆς αἱρέσεως εἰσὶ τῆς Σελήνης, διὰ τὸ ἀσθενὲς τῆς ἀκτῖνος τὰ ἑξάγωνά ἐστι τῶν οἴκων ὑψώματα. ἔστω οὖν Σελήνης μὲν ὕψωμα τὸ ἑξάγωνον Καρκίνου, Ταῦρος περὶ μοίρας γʹ· ῎Αρεως δὲ ὕψωμα τὸ ἑξάγωνον Σκορπίου, Αἰγόκερως περὶ μοίρας κηʹ· ᾿Α- φροδίτης δὲ τὸ ἑξάγωνον Ταύρου, ᾿Ιχθύες περὶ μοίρας κϚʹ· ὁ δὲ τοῦ ῾Ερμοῦ, ἐπειδὴ κοινός ἐστιν ἥ τε ἀκτὶς ἀμυδροτέρα διὰ τὸ πλειστά- κις αὐτὸν δύνειν, τὸ αὐτὸ ἔχει οἶκον καὶ ὕψωμα Παρθένον περὶ μοίρας ιεʹ· τὰ δὲ ἀντικρὺ τῶν ὑψωμάτων ζῴδια ταπεινώματα αὐ- τῶν τυγχάνει, ἐν οἷς ἀμαυροτέρας ἔχουσι τὰς δυνάμεις.


7. Περὶ συνοικοδεσποτῶν.


Συνοικοδεσπόται δ’ ἀλλήλων λέγονται, ὅταν τοῦ μὲν οἶκος ᾖ, τοῦ δὲ ὕψωμα. τινὲς δὲ τοὺς τῶν οἴκων καὶ τοὺς τῶν τριγώνων κυρίους συνοικοδεσπότας λέγουσιν, οἷον Κριοῦ ῞Ηλιος καὶ ῎Αρης, Ταύρου Σελήνη καὶ ᾿Αφροδίτη, Διδύμων ῾Ερμῆς καὶ Κρό- νος, Καρκίνου Ζεὺς καὶ Σελήνη, Ζυγοῦ Κρόνος καὶ ᾿Αφροδίτη, Σκορπίου ῎Αρης μόνος, Τοξότου Ζεὺς καὶ ῞Ηλιος, Αἰγοκέρωτος ῎Αρης καὶ Κρόνος, ῾Υδροχόου Κρόνος καὶ ῾Ερμῆς, ᾿Ιχθύων ᾿Αφρο- δίτη καὶ Ζεύς· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. φωστῆρας καὶ φῶτα καὶ βασιλεῖς λέγουσιν ῞Ηλιον καὶ Σελήνην καὶ τὸν μὲν ἡμέρας, τὴν δὲ νυκτὸς κυρίους· ἐν ταῖς συνοικοδεσποτίαις τοὺς τῆς αἱρέσεως λέγουσι φωστῆρας, ἐν οἷς ὕψωμά τινος λαβεῖν οὐκ ἔστι.


8. Περὶ ἐπιμαρτυρίας.


Τοὺς πρὸς ἀλλήλους τῶν ἀστέρων σχηματισμοὺς καλοῦσιν ἐπιμαρτυρίας. ἔστι δὲ σχήματα τάδε· τρίγωνον μὲν τὸ διὰ εʹ, ὅταν ᾖ μέσα τῶν δύο ζῳδίων τρία, τετράγωνον δὲ τὸ διὰ τεσσά- ρων, ὅταν ᾖ μέσα αὐτῶν ζῴδια δύο, διάμετρον δὲ τὸ ἐν τῷ ζʹ, ὅταν ᾖ μέσα ζῴδια πέντε, ἑξάγωνον δὲ τὸ διὰ γʹ, ὅταν ᾖ μέσον αὐτῶν ζῴδιον ἕν. καὶ ὁ μὲν κατὰ τρίγωνον σχηματισμὸς συμπαθὴς καὶ ὠφέλιμος, κἂν φθοροποιὸς ὑπάρχῃ, ἧττόν ἐστι βλαπτικός· ὁ δὲ τετράγωνος σκληρὸς καὶ ἀσύμφωνος καὶ λυπῆσαι δυνατός, ἐὰν φθοροποιὸς ὑπάρχῃ· ὁ δὲ διάμετρος ἀντίζηλος <μέν>, χείρων δέ, ἐὰν κακοποιὸς ὑπάρχῃ· ὁ δὲ ἑξάγωνος ἀδρανέστερος. ὁρᾶν δὲ χρή, εἰ κατὰ μοῖραν ἔχουσι τέλεια τὰ σχήματα καὶ μὴ μόνον ζῳδια- κῶς· ὁ μὲν τρίγωνος διὰ μοιρῶν ρκʹ, ὁ δὲ τετράγωνος διὰ μοιρῶν Ϟʹ, ὁ δὲ ἑξάγωνος διὰ μοιρῶν ξʹ, ὁ δὲ διάμετρος διὰ μοιρῶν ρπʹ. πολλάκις γὰρ κατὰ μὲν ζῴδιόν εἰσιν ἐσχηματισμένοι, κατὰ δὲ μοῖραν οὐκέτι.


9. Περὶ δεξιῶν καὶ εὐωνύμων σχημάτων.


Δεξιὸν μὲν λέγουσι τρίγωνον καὶ τετράγωνον καὶ ἑξάγωνον, ἀφ’ οὗ ἀπελήλυθεν ὁ ἀστήρ, εὐώνυμον δέ, ἐφ’ ὃ πορεύεται. οἷον ῾Ηλίου ὄντος Λέοντι δεξιὸν μὲν τρίγωνον τὸ τοῦ Κριοῦ καὶ Λέοντος, εὐώνυμον δὲ τὸ τοῦ Τοξότου· δεξιὸν δὲ τετράγωνον τὸ τοῦ Ταύ- ρου καὶ Λέοντος, εὐώνυμον δὲ τὸ τοῦ Σκορπίου· δεξιὸν δὲ ἑξά- γωνον τὸ τῶν Διδύμων καὶ Λέοντος, εὐώνυμον δὲ τὸ τοῦ Ζυγοῦ· ἑπτὰ γὰρ ἀκτῖνας ἕκαστος τῶν ἀστέρων ἀφίησι, τρεῖς μὲν εἰς τὸ ἄνω, τρεῖς δὲ εἰς τὸ κάτω, μίαν δὲ ἐπὶ τὸ διάμετρον, ὧν δεξιαὶ μὲν αἱ ἐπὶ τὸ ἄνω, εὐώνυμοι δὲ αἱ ἐπὶ τὸ κάτω.


10. Περὶ παραλλαγῆς.


Παραλλαγὴν λέγουσιν, ὅταν τὸν κατὰ μοῖραν σχηματισμὸν τῆς ἰσοσκελοῦς γραμμῆς παραλλάξωσιν οἱ ἀστέρες, οἷον ῞Ηλιος Κριῷ μοίρ. ιθʹ, Κρόνος Ζυγῷ μοίρ. κʹ.


11. Περὶ συναφῆς καὶ κολλήσεως.


Συναφὴν δὲ καὶ κόλλησιν λέγουσιν, ὅταν μοιρικῶς συνάπτωσι καθ’ οἷον δηποτοῦν σχῆμα ἢ καὶ ἐντὸς τριῶν μοιρῶν μέλλωσι συν- άπτειν. ῥηθείη δ’ ἂν καὶ οὕτω· κόλλησίς ἐστιν, ὅταν ἀστὴρ ἀστέρι προσέρχηται ὁ ταχίων τῷ βράδιον κινουμένῳ μὴ πλεῖον ἀπέχων ἔτι μοιρῶν τριῶν. ἐπὶ δὲ τῆς Σελήνης λέγουσί τινες ἐντὸς τρισ- καίδεκα μοιρῶν, τουτέστιν ἡμερινοῦ καὶ νυκτερινοῦ δρόμου, τὴν συναφὴν παρατηρεῖν τίνι συνάπτει.


12. Περὶ ἀπορροίας.


᾿Απόρροια δέ ἐστιν, ὅθεν φέρεται ἀστὴρ ἀπὸ ἀστέρος, συναφὴ δέ, εἰς ὃν φέρεται ἀστέρα ἢ ἀκτῖνα, οἷον Σελήνη <ἐν> Σκορπίῳ μοίρ. κʹ, Κρόνος δὲ ἐν τῷ αὐτῷ μοίρ. ιʹ, ὁ δὲ τοῦ Διὸς ὁμοίως <ἐν> Σκορπίῳ μοίρ. κεʹ· φανερὸν ὅτι τὴν μὲν ἀπόρροιαν ἕξει ἀπὸ Κρόνου, Διὶ δὲ συνάπτει. πάλιν ἔστω Σελήνη <ἐν> Σκορπίῳ κʹ, Κρόνος ἐν ῾Υδροχόῳ μοίρ. ιʹ, Ζεὺς <ἐν> Λέοντι μοίρ. κεʹ· ἕξει ἄρα τὴν ἀπόρροιαν ἡ Σελήνη ἐκ τῆς ιʹ τοῦ Σκορπίου μοίρας, ἥτις ἀκτινοβολεῖται ἐκ τετραγώνου ὑπὸ Κρόνου, συνάπτει δὲ τῇ κεʹ τοῦ Σκορπίου ἀκτινοβολουμένη ὑπὸ τοῦ Διὸς ἐκ τοῦ προειρημένου ζῳδίου.


13. ῎Αλλως περὶ ἀπορροίας.


῎Ετι τὴν ἀπόρροιαν καὶ οὕτως ἀποδιδόασιν· ἀπόρροιά ἐστιν, ὅταν ἄστρον ἄστρου ἀπορρέῃ, τὸ ταχύτερον τοῦ βραδυτέρου ἤτοι ἀπὸ κολλήσεως γεγενημένης ἆσσον, ἤτοι ἀπὸ συναφῆς τῆς κατὰ σχῆμα, ὅταν πλείονας τοῦ δέοντος πρὸς τὸ σχῆμα μοίρας μέσας ἔχειν ἄρχωνται.


14. Περὶ περισχέσεως.


Περισχεθῆναι δὲ λέγουσιν, ὅταν ἐν τοιούτῳ σχήματι γένηται ἀστήρ· οἷον ἔστω ἡ Σελήνη Παρθένῳ, ῎Αρης δὲ Κριῷ, περιέχει τὴν Παρθένον Λέων καὶ Ζυγός, ἀκτὶς δὲ τοῦ ῎Αρεως· ἡ μὲν φέ- ρεται ἐπὶ Λέοντος τρίγωνα, ἡ δὲ ἐπὶ Ζυγοῦ διάμετρον, περιεσχέθη ἡ Σελήνη ὑπὸ κακοποιῶν ἀκτίνων. ὅταν οὖν κακοποιοὶ περιέχωσιν ἢ τὴν Σελήνην ἢ τὸν ὡροσκόπον, μηδενὸς τῶν ἀγαθοποιῶν λόγον ἔχοντος χρηματιστικὸν πρὸς τοὺς περισχεθέντας, ὀλιγοχρόνιόν φασι γίνεσθαι τὸν γεννώμενον.


15. Περὶ ἐμπερισχέσεως.


Πάλιν τὴν ἐμπερίσχεσιν οὕτως ἀποδιδόασιν· ἐμπερίσχεσις λέ- γεται, ὅταν δύο ἀστέρες ἕνα μέσον ἐμπερισχῶσιν μηδενὸς εἰς τὰ μεταξὺ ἄλλου παρεμβάλλοντος τὴν ἀκτῖνα, ἢ πάλιν ἐφ’ ἃς παρελή- λυθεν ἀστὴρ μοίρας ζʹ ἢ ἐφ’ ἃς ἔρχεται ζʹ κατὰ σχῆμα ἕτεροι τὰς ἀκτῖνας ἐπιβάλωσιν ἢ ὁ αὐτὸς καὶ εἷς ἐκ διαφόρων σχημάτων, ὡς προείρηται. χαλεπὴ δὲ ἡ τοιαύτη ἐμπερίσχεσις ὑπὸ φθοροποιῶν ἐγγινομένη, ὑπὸ δὲ ἀγαθοποιῶν εὐεργετική.


16. Περὶ μεσεμβολήσεως.


Μεσεμβόλησίς ἐστιν, ὅταν εἰς τὰς μέσας μοίρας ἐπιβάλῃ ἀστὴρ τὴν ἀκτῖνα, οἷον Σελήνης οὔσης ἐν Λέοντι μοίρ. ιʹ καὶ ῎Αρεως <ἐν> Λέοντι μοίρας κεʹ μέσαι ἄρα ιεʹ μοῖραι ἀπὸ μοίρας ιʹ Λέοντος ἕως μοίρας κεʹ. ἐὰν οὖν ὁ τοῦ Διὸς τύχῃ <ἐν> Κριῷ ὑπάρχων μοίρ. ιβʹ ἢ καὶ πλειόνων ἅπαξ ἀπὸ μοιρῶν ιʹ ἕως κεʹ, μεσεμβολεῖ ἡ τούτου ἀκτὶς τὰς μέσας μοίρας. ὡσαύτως δὲ κἂν μὲν ἡ Σελήνη ᾖ ἐν τῇ ιʹ μοίρᾳ τοῦ Λέοντος καὶ ὁ Ζεὺς ἐν τῇ κεʹ, ὁ δὲ ῎Αρης <ἐν> Κριῷ μοίρας ιβʹ ἢ πλειόνων, ὡς εἴπομεν ἐπὶ τοῦ Διός, μεσεμβολεῖ ῎Αρης τὴν Σελήνην καὶ τὸν Δία.


17. Περὶ μετοχετεύσεως.


Μετοχέτευσις λέγεται, ὅταν ἀστὴρ συνάπτῃ ἑτέρῳ ἀστέρι κἀκεῖ- νος πάλιν ἑτέρῳ. μετοχετεύει γὰρ τὴν δύναμιν τοῦ ἑνὸς ἐπὶ τὴν δύναμιν τοῦ ἑτέρου.


18. Περὶ ἐπισυναγωγῆς.


᾿Επισυναγωγὴ λέγεται, ὅταν συνάπτωσι τῷ ἑνὶ ἀστέρι διάφοροι ἀστέρες· τηνικαῦτα γὰρ λαμβάνει ὁ ἀστὴρ τὴν δύναμιν ἐκείνων.


19. Περὶ ἀποστροφῆς.


᾿Αποστροφὴ λέγεται, ὅταν ὁ κύριος τοῦ ὡροσκόπου οὐ συνάπτῃ τῷ κυρίῳ τοῦ ὡροσκόπου τοῦ σημαίνοντος τὰ περὶ ἐρωτήσεων.


20. Περὶ ἐπιδεκατείας.


᾿Επιδεκατεύειν δὲ λέγεται καὶ καθυπερτερεῖν ὁ ἐν τῷ δεκάτῳ ζῳδίῳ κείμενος τὸν ἐν τῷ τετάρτῳ, οἷον ἐπιδεκατεύει ὁ ἐν Ζυγῷ τυγχάνων ἀστὴρ τὸν ἐν Αἰγοκέρωτι καὶ ὁ ἐν Αἰγοκέρωτι τὸν ἐν Κριῷ.


21. Περὶ καθυπερτερήσεως.


Καθυπερτερεῖ πᾶς ἀστὴρ <ὁ> ἐν τῷ δεξιῷ τριγώνῳ ἢ τετραγώνῳ κείμενος ἢ ἑξαγώνῳ τὸν ἐν τῷ εὐωνύμῳ· ἔρχεται γὰρ ἐπ’ αὐτόν. οἷον ἐν Αἰγοκέρωτί τις ὢν καθυπερτερεῖ τὸν ἐν τῷ Ταύρῳ τριγώνῳ καὶ τὸν ἐν Κριῷ τετραγώνῳ σχήματι καὶ τὸν ἐν ᾿Ιχθύσιν ἑξαγώνῳ, αὐτὸς δὲ καθυπερτερεῖται ὑπὸ τοῦ ἐν Ζυγῷ καὶ ὑπὸ τοῦ ἐν Παρθένῳ καὶ ὑπὸ τοῦ ἐν Σκορπίῳ. λέγουσι δὲ δυνατωτέρας εἶναι τὰς καθυπερ- τερήσεις εἴτε τρίγωνοι εἶεν, εἴτε τετράγωνοι. ὁ γὰρ οὕτω καθυπερ- τερῶν ἀστὴρ ἰσχυρότερός ἐστιν, ἄν τε ἀγαθοποιὸς ᾖ, ἄν τε κακο- ποιός, ἢ καὶ ἐπίκεντρος. ἀγαθοποιὸς μὲν γὰρ ὢν ἐπίσημον τὴν γένεσιν δείκνυσι, φθοροποιὸς δὲ ἄσημον, καὶ καθόλου πᾶς ἀστὴρ ὁ ἐν τῷ δεξιῷ καθυπερτερεῖ τὸν ἐν τῷ εὐωνύμῳ, ἐφ’ ὃν φέρεται.


22. Περὶ ὁμορήσεως.


῾Ομόρησις λέγεται, ὅταν ἐν τοῖς αὐτοῖς ὁρίοις ἀστέρες ὦσιν ἤτοι ἐπὶ κολλήσεως γεγενημένης ἢ καὶ κατὰ σχῆμα οἱονδήποτε ἀλλήλους ἐφορῶντες ἐν ὁρίοις ἀστέρος τοῦ αὐτοῦ.

23. Περὶ κενοδρομίας.


Κενοδρομία λέγεται, ὅταν ἡ Σελήνη μηδενὶ συνάπτῃ μήτε ζῳ- διακῶς, μήτε μοιρικῶς, μήτε κατὰ σχῆμα, μήτε κατὰ κόλλησιν, μήτε μὴν ἐντὸς λʹ μοιρῶν τῶν ἔγγιστα συναφὴν ἢ σύνοδον ποιεῖ- σθαι μέλλῃ. ἀδιαίρετοι δὲ αἱ τοιαῦται γενέσεις καὶ ἀπρόκοποι.


24. Περὶ ἀκτινοβολίας.


᾿Ακτινοβολεῖ δὲ ἀστὴρ ὁ προηγούμενος τὸν ἑπόμενον κατὰ σχῆμα, οἷον ὁ ἐν Κριῷ ἀκτινοβολεῖ τὸν ἐν Αἰγοκέρωτι τετράγωνον καὶ τὸν ἐν Τοξότῃ τρίγωνον, ὁ δὲ ἑπόμενος τὸν προηγούμενον ἐφορᾷ μὲν καὶ καθυπερτερεῖ φερόμενος ἐπ’ αὐτόν, ὡς προείρηται, οὐκ ἀκτινοβολεῖ δέ. πάσης γὰρ αὐγῆς ἡ μὲν ὄψις εἰς τὸ ἔμπροσθεν φέρεται, ἡ δὲ ἀκτὶς εἰς τοὐπίσω· καὶ ἐνταῦθα δὲ θεωρεῖν χρή, πό- τερον ζῳδιακῶς μόνον ἀκτινοβολεῖ, ἢ καὶ συνάπτει μοιρικῶς. γεγόνασι δὲ αἱρέσεις περὶ τούτων δύο· ἀκτινοβολεῖν γὰρ θέντες τὸν κατὰ τετράγωνον ἀστέρα ἐκ τοῦ καθ’ ὑπάντησιν ζῳδίου τὸν ἐκ τοῦ κατ’ ἐπακολούθησιν, οἷον ἀκτινοβολεῖν τὸν ἐν τῷ Καρ- κίνῳ τὸν ἐν τῷ Κριῷ, θεωρεῖν δὲ τὸν ἐν τῷ Κριῷ τὸν ἐν τῷ Καρ- κίνῳ, ὃν καὶ ἀναιρεῖν φασιν, εἰ κακοποιὸς εἴη. ὁ γὰρ ἀκτινοβολῶν ἀναιρεῖ, οὐχ ὁ ἐπιθεωρῶν. ὁ δὲ κατὰ διάμετρον καὶ ἀκτινοβολεῖ καὶ ἐπιθεωρεῖ, ὁ μέντοι κατὰ τρίγωνον οὐδέποτε ἀκτινοβολεῖ. ἀπερείδεται γὰρ τὴν ἀκτῖνα ἐπὶ τὸ τετράγωνον σύνεγγυς ὑπάρχον μᾶλλον τοῦ τριγώνου, ὥστε εὐπρακτοτέραν ἐπὶ τοῦ τριγώνου γί- νεσθαι αὐτοῦ τὴν συμπάθειαν. ταῦτα μὲν οὖν οὕτως. Θράσυλ- λος δὲ τὴν ἀκτινοβολίαν ἀναίρεσιν λέγει, ἀναιρεῖν δὲ τοὺς τοῖς τετραγώνοις σχήμασιν ἐπιπαρόντας ἢ τοῖς διαμέτροις ἐν τῷ δια- στήματι τῆς ὡροσκοπούσης μοίρας τῆς τῶν τριγώνων μαρτυρίας, μὴ λαμβανομένης εἰς ἀναίρεσιν. τὸ δὲ πόθεν ἐπιφέρουσι τὴν ἀκτῖνα οὐ διοίσει, φησί, πότερον ἐκ δεξιῶν ἢ εὐωνύμων εἰς τὴν ἐπανα- φορὰν τοῦ ὡροσκόπου ἢ τοῦ ἀστέρος τοῦ ἔχοντος τὴν κυρείαν τῆς Σελήνης, ὅθεν ἔσται ἡ ἄφεσις, λέγει δέ, ὅτι ἐὰν ἡ Σελήνη τύχῃ τὸν οἰκοδεσπότην ἔχουσα σὺν ἑαυτῇ ἢ κατὰ διάμετρον, ἀπὸ τοῦ οἰκοδεσπότου τὴν ἄφεσιν ποιησόμεθα. οἷον εἰ γένοιτο ἐν Τοξότῃ μετὰ Διὸς ἡ Σελήνη ἢ ὁ Ζεὺς ἐν Διδύμοις εἴη αὐτῆς τῆς Σελήνης οὔσης ἐν Τοξότῃ, ἀπὸ τοῦ Διὸς ἀφήσομεν.


25. Περὶ λαμπηνῶν.


᾿Εν λαμπήναις δὲ ἰδίαις λέγονται ἀστέρες κεῖσθαι, ὅταν ἐν οἴκῳ ἰδίῳ ἢ τριγώνῳ ἢ ὑψώματι κεῖνται καὶ ὁρίοις ἰδίοις. ἔσται δὲ καὶ οὕτω δυνατώτατος, ἐὰν καὶ δεδυκὼς ᾖ ὑπὸ τὰς αὐγὰς τοῦ ῾Ηλίου· πλείω γὰρ ἰσχύει τῶν ἄλλων. ἐὰν δὲ καὶ ἔχῃ ἀνατολὴν ἢ ἐπίκεντρος τύχῃ καὶ τὴν Σελήνην ἐφορᾷ, ἐξουσιαστικὴν καὶ ἀρχοντικὴν ποιή- σει τὴν γένεσιν. [αʹ ἐκ τοῦ ἑπομένου καὶ εὐωνύμου· βʹ ἐκ τοῦ ἡγουμένου καὶ δεξιοῦ· γʹ ἐκ τῶν εὐωνύμων· δʹ ... ταύτης ἐστὶ τῆς δόξης καὶ ὁ Πτολεμαῖος λέγων ἀκτῖνα ἐπιφερόντων ὅθεν δή- ποτε τετράγωνον ἢ διάμετρον. ὁ δὲ Πτολεμαῖος καὶ τὰ τρί- γωνα τῶν ἀστέρων λέγει, πλὴν κατὰ τὰς συνοικειώσεις κελεύει τοῦτο παρατηρεῖν].


26. Περὶ μετοχῆς.


Μετοχή ἐστιν, ὅταν ὁ συμμετέχων τοῦ ζῳδίου συμπαρῇ, ἢ οἰ- κείως αὐτὸ ἐφορᾷ· συμμετέχει δὲ τοῦ ζῳδίου ὁ συνδεσπόζων· συνδεσπόζει δέ, ὅταν τοῦ μὲν οἶκος, τοῦ δὲ ὕψωμα ᾖ.


27. Περὶ ἀνταναλύσεως.


᾿Αντανάλυσις καλεῖται, ὅταν οἱ ἡμερινοὶ τῶν νυκτερινῶν ἢ οἱ νυκτερινοὶ τῶν ἡμερινῶν τοὺς οἴκους ἢ τὰ ὑψώματα κατασχῶσιν, ἢ ὅταν οἱ μὲν ἐπικείμενοι τοῖς ζῳδίοις ἀστέρες καλῶς χρηματί- ζωσιν, οἱ δὲ δεσπόται τῶν ζῳδίων ἐν κακώσει ὑπάρχωσιν ἀχρη- μάτιστοι τυγχάνοντες.


28. Περὶ κακώσεως.


Κάκωσις λέγεται, ὅταν ὑπὸ φθοροποιῶν ἀκτινοβολῆταί τις, ἢ ἐμπεριέχηται ἢ ἐν συναφῇ φθοροποιοῦ ἢ ἐν κολλήσει γένηται ἢ διαμετρῆται ἢ καθυπερτερῆται ἢ οἰκοδεσποτῆται ὑπὸ φθοροποιοῦ κακῶς κειμένου, αὐτὸς δὲ ἐν τοῖς ἀχρηματίστοις ἀποκλίνῃ.


29. Περὶ δορυφορίας.


Δορυφορίας γένη ἐστὶ τρία· πρῶτον μέν, ἐάν τινα ἐν οἴκῳ ὄντα ἰδίῳ ἢ ὑψώματι ἐπίκεντρον ἕτερος ἐν οἴκῳ ἰδίῳ ἢ ὑψώματι κεί- μενος κατὰ σχῆμα κατοπτεύῃ ἐπὶ τὴν προαναφερομένην αὐτοῦ μοῖραν τὴν ἀκτῖνα βάλλων, οἷον ἐὰν ἐν Λέοντι ῞Ηλιον ὄντα Κρόνος ἐξ ῾Υδροχόου διαμετρήσῃ ἢ Ζεὺς ἐκ Τοξότου τριγωνίσῃ, ἢ πάλιν τὸν Δία ἐν Καρκίνῳ κείμενον ῎Αρης ἐν Αἰγοκέρωτι ὢν διαμετρήσῃ, ἢ ἐν Τοξότῃ κείμενον ῎Αρης ἐκ Κριοῦ τριγωνίσῃ, ἢ ῾Ερμῆς ἐκ Διδύμων διαμετρήσῃ, ἢ Σελήνην ἐν Καρκίνῳ κειμένην ῎Αρης ἀπὸ Σκορπίου τριγωνίσῃ ἢ Ζεὺς ἢ ᾿Αφροδίτη ἀπὸ ᾿Ιχθύων ἢ πάλιν Σελήνην ἐν Ταύρῳ κειμένην ᾿Αφροδίτη ἢ Ζεὺς ἀπὸ ᾿Ιχθύων ἑξα- γωνίσωσιν ἢ ἐν Καρκίνῳ Σελήνην κειμένην ᾿Αφροδίτη ἀπὸ Ταύ- ρου ἑξαγωνίσῃ ἢ ἀπὸ ᾿Ιχθύων Ζεὺς ἢ ᾿Αφροδίτη τριγωνίσῃ. μεγάλη μὲν οὖν ἐστιν ἡ γένεσις, ἐὰν οἱ τῆς αἱρέσεως οἰκοδεσπόται δορυφορῶσιν, οὐ φαύλη δέ, ἐὰν ἐναλλάξ, ἐκτὸς εἰ μὴ παντάπασιν φθοροποιοὶ τύχωσι, καὶ οὗτοι τὰ μὲν βλάψουσι, τὰ δὲ ὠφελήσουσιν. οὐδεὶς γὰρ ἀστὴρ ἐν ἰδίῳ οἴκῳ ἢ ἐν ἰδίῳ ὑψώματι χρηματίζων ἀνενέργητος ὑπάρχει. —῞Ετερον γένος δορυφορίας τὸ κατὰ τὴν ἀκ- τινοβολίαν λεγόμενον, οἷον ἐὰν ἐπίκεντρον τῷ ὡροσκόπῳ φωστῆρα ἢ τῷ μεσουρανήματι, κἂν ἐν ἀλλοτρίῳ οἴκῳ κείμενον, τῆς αἱρέ- σεως ἀστὴρ ἀκτινοβολῇ, ῞Ηλιον μὲν εἰς τὴν προαναφερομένην μοῖραν, Σελήνην δὲ εἰς τὴν ἑξῆς, ἐφ’ ἣν ἔρχεται κατὰ ἰσοσκελῆ γραμμὴν τὴν ἀκτῖνα βάλλων. πᾶσαι δὲ αἱ τρίγωνοι δορυφορίαι ἀμεί- νονες τῶν τετραγώνων καὶ διαμέτρων καὶ ἑξαγώνων, αἵπερ εἰσὶν ἀσθενεστέραι. —Τρίτον γένος ἐστὶ δορυφορίας, ἐὰν ἐπικείμενον ἢ τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι ἀστέρα ἡμερινῇ μὲν γενέ- σει ἡμερινοί, νυκτερινῇ δὲ νυκτερινοὶ δορυφορήσωσι προηγού- μενοι ἢ ἑπόμενοι. κατὰ τοῦτο δὲ τὸ σχῆμα ῞Ηλιος μὲν δορυφορη- θήσεται ὑπὸ τοῦ προαναφερομένου, Σελήνη δὲ ὑπὸ τοῦ ἐντὸς ζʹ μοιρῶν ἐπαναφερομένου. τὸν μέντοι ῞Ηλιον οὐ βλάπτουσι δορυ- φοροῦντες οἱ τὰς ιεʹ μοίρας αὐτοῦ ἐν τῷ προαναφερομένῳ διεστῶ- τες, ἐὰν ὦσιν ἀνατολικοὶ καὶ δύναμιν ἔχωσι. κατὰ τὰ αὐτὰ δὲ καὶ αὐτὸς ὁ ῞Ηλιος δορυφορεῖν δύναται τὸν συναιρετιστὴν ἐπίκεντρον ὄντα, ἥ τε Σελήνη ὁμοίως. παρ’ αἵρεσιν δὲ γίνονται αἱ δορυφορίαι, ὅταν οἱ ἡμερινοὶ τοὺς νυκτερινοὺς δορυφορήσωσιν ἢ οἱ νυκτερινοὶ τοὺς ἡμερινούς, ἀλλ’ ὅμως, ἐὰν ὑπὸ ἀγαθοποιῶν ἡ δορυφορία γίνηται, οὐδ’ οὕτως ἄσημος ἡ γένεσις ἔσται.


30.Περὶ οἰκοδεσπότου καὶ κυρίου καὶ ἐπικρατήτορος.


῎Ετι τίνι διαφέρουσιν ἀλλήλων οἰκοδεσπότης γενέσεως καὶ κύριος καὶ ἐπικρατήτωρ, χρὴ διεσταλκέναι. οἱ γὰρ ἀρχαῖοι πλέξαντες τὰς ὀνομασίας τὴν ἐπαγγελίαν οὐ διέκριναν. ἰδίαν γὰρ ἕκαστος ἔχει δύναμιν, ὥσπερ ναύκληρος καὶ κυβερνήτης· διδάξομεν οὖν, τίνι ἀλλήλων διαφέρουσι. τινὲς μὲν οὖν ἡμέρας τὸν ῞Ηλιον, νυκτὸς δὲ τὴν Σελήνην ἐπικρατεῖν τίθενται, τὸ δὲ ἀκριβὲς διατεθήσεται οὕτως· ἐπὶ μὲν ἡμερινῆς γενέσεως ὁ ῞Ηλιος ἐὰν ἐν τῷ ἀπηλιώτῃ ἀναφέρηται, αὐτὸς λήψεται τὴν ἐπικράτησιν· ἀποκλίναντος δὲ τοῦ ῾Ηλίου ἐπὶ λίβα, ἐὰν ἡ Σελήνη τύχῃ ἐν τῷ ἀπηλιώτῃ, ἐκείνη λήψεται, κἂν ἐπαναφέρηται τῷ ὡροσκόπῳ διὰ τὸ ἐπὶ τὸν ἀπηλιώτην ἀναβαίνειν· ἀμφοτέρων δὲ ἀποκεκλικότων ἐπὶ τὸν λίβα ὁ ὡροσκόπος ἕξει τὴν ἐπικράτησιν. ἐπὶ δὲ νυκτερινῆς γενέσεως, ἐὰν μὲν ἡ Σελήνη ἐπὶ τὸν ἀπηλιώτην ἀναφέρηται, αὕτη λήψεται τὴν ἐπικράτησιν· ἐὰν δὲ ἀποκλίνῃ ἐπὶ λίβα, ὁ δὲ ῞Ηλιος ἔτι ὑπόγειος ὢν ἐπαναφέρηται τῷ ὡροσκόπῳ, ἐκεῖνος ἐπικρατήσει. ἐὰν δὲ ἀμφότεροι ὑπόγειοι τύχωσιν ἐπικέντρων μὲν ὄντων αὐτῶν ἢ ἐπαναφερομένων, ἡ Σελήνη ἕξει τὴν ἐπικράτησιν διὰ τὴν αἵρε- σιν· ἐὰν δὲ ἡ μὲν ἀποκεκλικυῖα εὑρίσκηται, ὁ δὲ ἐπίκεντρος ᾖ, ἐκεῖνος. τὸ γὰρ ὅλον ὁ ἐπικεντρότερος τῶν φώτων καὶ ὁ μᾶλλον ἐν τῷ ἀπηλιώτῃ καὶ τῆς αἱρέσεως κρίνεται ἐπικρατήτωρ. ἐὰν δὲ ἀμφότεροι ἀποκλίνωσιν, ἀποίσεται τὴν ἐπικράτησιν ὁ ὡροσκόπος τότε· ὅταν δὲ στήσῃς τὸν ἐπικρατήτορα, ἐκ τούτου ὁ οἰκοδε- σπότης ληφθήσεται καὶ ὁ συνοικοδεσπότης. ὁ μὲν γὰρ κύριος τοῦ ζῳδίου, ἐν ᾧ ἐστιν ὁ ἐπικρατήτωρ, οἰκοδεσπότης ἔσται, ὁ δὲ τῶν ὁρίων συνοικοδεσπότης. τούτους δεῖ οὖν ἐπισκέπτεσθαι, πῶς κεῖνται καὶ ἐν ποίῳ σχήματί εἰσι καὶ εἰ μαρτυροῦσι τῷ ὡροσκόπῳ ἢ τῇ Σελήνῃ· ἐκ γὰρ τούτων ἡ ὅλη διάκρισις ἔσται. τινὲς δὲ ἁπλῶς τὸν τῶν ὡροσκοπούντων ὁρίων κύριον οἰκοδεσπότην τίθενται τῆς γενέσεως καὶ συνοικοδεσπότην τὸν τοῦ ζῳδίου. κύριον δὲ τῆς γενέσεως οἱ μὲν τὸν τοῦ μεσουρανήματος δεσπότην ὁρίζονται, ἐάνπερ ἐπίκεντρος χρηματίζοι, εἰ δὲ μή, τὸν τῷ μεσουρανήματι ἐπιπαρόντα, ὥσπερ ἐπ’ ἀκροπόλει τῆς γενέσεως ἐπιτυραννοῦντα τῆς πράξεως, εἰ δὲ μή, τὸν ἐπαναφερόμενον τῷ μεσουρανήματι· οἱ δὲ πρῶτον μὲν τὸν τοῦ ὡροσκόπου κύριον ἢ τὸν ἐπιβεβηκότα αὐτοῦ τῷ οἴκῳ καὶ τοῖς ὁρίοις, εἶτα τὸν τῆς Σελήνης, εἶτα τὸν τοῦ μεσουρανήματος, εἶτα τὸν τῆς τύχης, εἶτα τὸν πρὸ ζʹ ἡμερῶν τῆς ἀποκυήσεως ἢ ἐντὸς ζʹ ἡμερῶν φάσιν ἀνατολῆς ἢ δύσεως ἢ στηριγμοῦ ποιούμενον. τοῦτον γὰρ τῆς κοσμικῆς ἐπισημασίας τότε γινόμενον αὐθεντικὸν ὁμολογουμένως καὶ τῶν γεννωμένων κυριεύειν, ἐὰν δὲ δύο ὦσι, τὸν ἐπανατέλλοντα δυναμικώτερον τί- θενται. τούτοις προσσυλλαμβάνουσι τὸν τῆς συνόδου τῆς προηγου- μένης σεληνιακῆς δεσπότην· λέγω δὴ τὸν τῶν ὁρίων κύριον, ἐν οἷς ἡ σύνοδος τῆς Σελήνης πρὸς ῞Ηλιον ἐγένετο, ἐάνπερ ἀπὸ συν- όδου φέρηται ἡ Σελήνη· ἐὰν δὲ φθίνουσα ᾖ, τὸν τῆς πανσελήνου τῶν ὁρίων γενόμενον δεσπότην. ἐκ δὲ τούτων πάντων τὸν συμ- παθέστατα πρὸς τὴν γένεσιν κείμενον ἀποφαίνονται κύριον, τουτ- έστι τὸν ἐπικείμενον πρότερον, τὸν ἀνατολικώτερον ἢ τὸν μᾶλλον ἐπ’ οἰκείων τόπων καὶ τὴν πλείστην δύναμιν πρὸς τὸ σχῆμα τῆς γενέσεως ἔχοντα τούς τε συμμαρτυροῦντας αὐτῷ. περὶ δὲ τοῦ εὑρεθέντος κυρίου πῶς δεῖ σκέπτεσθαι, ἐν τοῖς ἑξῆς ῥηθήσεται καὶ ὅση ἡ ἐκ τούτου δύναμις. πολλὴ γὰρ ἡ περὶ τούτου ζήτησις καὶ σχεδὸν ἁπάντων δυσκολωτέρα. ἐνίοτε μέντοι γίνεται τὸν αὐτὸν εὑρεθῆναι κύριον καὶ οἰκοδεσπότην, ὅταν ὁ εὑρεθεὶς κύριος ὁ αὐ- τὸς ᾖ τοῦ ἐπικρατήτορος φωστῆρος οἰκοδεσπότης, ὅσπερ ἄρξει μεγάλου ἀποτελέσματος.


31. Περὶ ὑπακουόντων ζῳδίων.


῾Υπακούει ζῴδιον ζῳδίῳ ὡς Ζυγὸς Κριῷ, ὅτι ὁ μὲν Κριὸς αὔ- ξει τὴν ἡμέραν, ὁ δὲ Ζυγὸς μειοῖ· ᾿Ιχθύες Ταύρῳ, ὅτι ὁ μὲν Ταῦρος πλειόνων ἐστὶν ἀναφορῶν, οἱ δὲ ᾿Ιχθύες ἡττόνων· ὁμοίως ῾Υδρο- χόος Διδύμοις, Αἰγόκερως Καρκίνῳ, Τοξότης Λέοντι, Σκορπίος Παρθένῳ.


32. Περὶ ἰσοδυναμούντων ζῳδίων.


᾿Ισοδυναμεῖν ἀλλήλοις λέγεται ζῴδια τὰ ἴσην ἔχοντα ἀναφοράν, κἂν ἐφεξῆς ἀλλήλοις ᾖ, ὡς Κριὸς καὶ ᾿Ιχθύες, καὶ Παρθένος καὶ Ζυγός, κἂν διὰ γʹ ἢ δʹ ἢ εʹ ἴσην ἀναφοράν, ὡς Ταῦρος καὶ ῾Υδρο- χόος, Δίδυμοι καὶ Αἰγόκερως, Καρκίνος καὶ Τοξότης, Λέων καὶ Σκορπίος· ταῦτα δέ τινες μόνον ἀκούειν ἄλληλα λέγουσιν, οὐ βλέ- πειν δὲ ἄλληλα διὰ τὸ τῆς γῆς σκίασμα.


33. Περὶ βλεπόντων ζῳδίων καὶ μεγέθους ἡμέρας.


Βλέποντα δέ ἐστιν, ὅσα ἐν ἴσαις ὥραις ἀποδίδωσι τὰ τῶν ἡμε- ρῶν καὶ νυκτῶν μεγέθη. ἐπεὶ γὰρ ἡ μεγίστη ἡμέρα ἐν τῷ εʹ κλί- ματι ῾Ηλίου ὄντος ἐν Καρκίνῳ ἐστὶν ὡρῶν ιεʹ, ἡ δὲ ἐλαχίστη ὄν- τος ῾Ηλίου ἐν Αἰγοκέρωτί ἐστιν ὡρῶν θʹ, ἡ δὲ ἰσημερία κατὰ Ζυ- γὸν καὶ Κριόν· ἔσται ἐν Διδύμοις καὶ ἐν Λέοντι ἡ ἡμέρα ὡρῶν ιδʹ, ἐν Ταύρῳ καὶ Παρθένῳ ὡρῶν ιγʹ, ἐν Κριῷ καὶ Ζυγῷ ὡρῶν ιβʹ, ἐν Σκορπίῳ καὶ ᾿Ιχθύσιν ὡρῶν ιαʹ, ἐν ῾Υδροχόῳ καὶ Τοξότῃ ὡρῶν ιʹ. ἐστὶν οὖν τὰ βλέποντα ἄλληλα ζῴδια ταῦτα.


34. Περὶ ἀσυνδέτων ζῳδίων.


᾿Ασύνδετα ἀλλήλοις δέ ἐστι τὰ μήτε κατὰ τοῦτον τὸν τρόπον, μήτε ἄλλως κατὰ σχῆμα ἄλληλα ἐφορῶντα.


35. Περὶ ἀποκλιμάτων.


᾿Αποκλίματα καλεῖται δʹ τῶν κέντρων τὰ προάγοντα, ἐπανα- φερόμενα δέ, ὁμοίως δʹ τὰ ἑπόμενα τοῖς κέντροις. ἀπηλιωτικὸν κλίμα πρὸς τὰς γενέσεις λέγουσι τὸ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἐπὶ τὸ μεσουράνημα, νότιον δὲ τὸ ἀπὸ τῆς μεσουρανούσης ἄχρι τῆς δυνούσης, λιβικὸν δὲ τὸ ἀπὸ τῆς δυνούσης ἄχρι τῆς ὑπὸ γῆν, βόρειον δὲ τὸ ἀπὸ τῆς ὑπὸ γῆν ἄχρι τῆς ὡροσκοπούσης.


35. Περὶ χρηματιζόντων ζῳδίων.


Χρηματίζει πάσῃ γενέσει ζῴδια ζʹ κατὰ <Τίμαιον>· κέντρα μὲν δʹ, τρίγωνα δὲ τοῦ ὡροσκόπου βʹ, πρὸς δὲ τούτοις ἡ ἐπαναφορὰ τοῦ μεσουρανήματος· τὰ δὲ λοιπὰ ἀχρημάτιστα. πολλάκις δέ, ἐὰν τοῦ ὡροσκοποῦντος ζῳδίου αἱ πλείονες μοῖραι προανενηνεγμέναι τύχωσιν, αἱ δὲ ἔσχαται ὡροσκοπῶσιν, ἔσται τὸ ἐπαναφερόμενον ζῴδιον συγχρηματίζον τῷ ὡροσκόπῳ.


36. Περὶ σπορίμου ζῳδίου ῾Ηλίου.


Σπόριμον ῾Ηλίου λέγουσιν ζῴδιον ἐπὶ τῶν δεκαμηνιαίων τὸ εὐώνυμον αὐτοῦ τετράγωνον, ἐφ’ ὃ πορεύεται· ἐκεῖ γὰρ αὐτοῦ ὄντος ἡ σπορὰ ἐγένετο· ἐπὶ δὲ τῶν ἑπταμηνιαίων τὸ διάμετρον.


37. Περὶ σπορίμου ζῳδίου Σελήνης.


᾿Επὶ δὲ τῆς Σελήνης ἄλλοι μὲν ἄλλο λαμβάνουσιν, ᾿Αντίο- χος δέ φησι δύο ἐφόδους ἔχεσθαι τῆς ἀληθείας. θέασαι, φησί, πόστῃ τῆς Σελήνης γεγένηταί <τις> καὶ τούτῳ τῷ ἀριθμῷ πρόσθες εʹ καὶ ἀνθυφαίρει ἀπὸ τοῦ μηνός, ἐν ᾧ γεγένηται ἡ ἀπο- κύησις ἀνὰ κθʹ καί, εἰς ἣν ἂν λήξῃ ὁ ἀριθμός, ἐκείνη ἦν ἡ <ἡμέρα> τῆς συλλήψεως. ὅρα οὖν ἀναποδίσας εἰς τὸν κανόνα, ἐν ποίῳ ζῳδίῳ ἡ Σελήνη τότε ἦν. ὁ δὲ Πετόσιρίς φησιν, ὅτι ὅπου ἡ Σελήνη ἔτυχεν ἐπὶ τῆς σπορᾶς, τοῦτο τὴν ἀποκύησιν ὡροσκοπεῖ ἢ τὸ τούτου διάμετρον· ὅπου δὲ ἡ Σελήνη ἐπὶ τῆς ἀποκυήσεως ἔτυχεν, ἐκεῖνο τὴν σποράν φησιν ὡροσκοπηκέναι. ἔτι τὸν ὡροσκόπον τῆς σπορᾶς καὶ οὕτως τινὲς λαμβάνουσι· θέασαι, πόστη μοῖρα οὕτινος δηποτοῦν ζῳδίου τὴν ἀποκύησιν ὡροσκόπησε, καὶ τὰς ἀνενηνεγμένας πολυπλασίασον ἐπὶ τὸ τῶν ὡρῶν πλῆθος, καὶ συγ- κεφαλαιώσας ἀποδίδου ἀνὰ λʹ ἀπὸ τοῦ ὡροσκοπηκότος ζῳδίου τὴν ἀποκύησιν καί, ὅπου δ’ ἂν ἐμπέσῃ ὁ ἀριθμός, ἐκεῖνο ὡροσκόπησε τὴν τοῦ σπέρματος καταβολήν.


38. Περὶ δωδεκατημορίου.


Τὸ δωδεκατημόριον τῆς Σελήνης διχῶς λαμβάνεται. πρῶτον μὲν τοῦ ζῳδίου θεασάμενος πόσας μοίρας ἐπέχει ἡ Σελήνη, ἀπ’ ἐκείνου ἐπιμέριζε ἀνὰ β∠ʹ τοῖς ἑξῆς καί, ὅπου δ’ ἂν λήξῃ ὁ ἀριθμός, ἐκεῖνο ἔσται τὸ δωδεκατημόριον. οἷον ἐπέχει ἡ Σελήνη Κριοῦ μοίρας ιγʹ, δώσω Κριῷ β∠ʹ, Ταύρῳ β∠ʹ, Διδύμοις β∠ʹ, Καρκίνῳ β∠ʹ, Λέοντι β∠ʹ, ἔσται οὖν τὸ δωδεκατημόριον <ἐν> Παρθένῳ, οἴκῳ ῾Ερμοῦ. ὁμοίως δὲ καὶ τοῦ ῾Ηλίου λαμβάνεται τὸ δωδεκα- τημόριον, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ ὡροσκόπου. ὅταν γὰρ θεάσῃ, πόστη μοῖρα ὡροσκοπεῖ, τὰς ἀνενηνεγμένας μερί- σεις ἀνὰ β∠ʹ. τινὲς δὲ ἄλλως λαμβάνουσι τὸ τῆς Σελήνης δωδεκατη- μόριον. ἰδὼν πόσας τοῦ ῾Ηλίου ἀπέχει μοίρας, ἐκ τούτων, ὅσας ἂν ἔχῃ τριακοντάδας, αἶρε, τὰς δὲ λοιπὰς <ἐπιμέριζε> ἀνὰ β∠ʹ, ἀφ’ οὗ ἂν ἐπέχηται ἡ Σελήνη ζῳδίου· ἐὰν δὲ μὴ ἔχῃ τριακοντά- δας ἀφελεῖν αὐτὰς τὰς ἀνὰ β∠ʹ, ἐπιμέριζε ταύτας. τὸν δὲ ὡρο- σκόπον πρὸς τὸν κανόνα ἐξακριβουμένους ὁρίζειν δεῖ.


39. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων.


Τὰ ἀρρενικὰ ζῴδια καθ’ αἵρεσίν ἐστιν ῾Ηλίου, Διός, Κρόνου· ἔστι δὲ ἀρρενικὰ τὰ ἀπὸ Κριοῦ ἓν παρ’ ἕν. τὰ δὲ θηλυκὰ Σελήνης, ῎Αρεως, ᾿Αφροδίτης· ἔστι δὲ τὰ ἀπὸ Ταύρου ἓν παρ’ ἕν. ἰδίως δὲ ἐξαίρετα τῶν μὲν θηλυκῶν Αἰγόκερως Κρόνου, Διὸς δὲ ᾿Ιχθύες· τῶν δὲ ἀρρενικῶν Κριὸς ῎Αρεως, Ζυγὸς δὲ ᾿Αφροδίτης· ῾Ερμοῦ δὲ ἐξαίρετα Δίδυμοι, Παρθένος· κἀνταῦθα γὰρ τὸ κοινὸν ἔχει.


40. Περὶ τῆς τῶν ζῳδίων ἀναφορᾶς.


Τοὺς δὲ ζῳδιακοὺς χρόνους πρὸς τὰς ἀναφορὰς τῶν ζῳδίων λογίζονται. πᾶσα γὰρ μοῖρα ἑκάστου ζῳδίου χρόνον τινὰ ἰσχύει. οὐ συνεφώνησαν δὲ ἐν τούτοις ἀλλήλοις πάντες, ἀλλ’ οἱ μὲν ἀρ- χαῖοι ἄλλως τὰς ἀναφορὰς ἐποιήσαντο. πάντες γὰρ σχεδὸν ἐν τῷ δι’ ᾿Αλεξανδρείας κλίματι καὶ τῶν ἔγγιστα κειμένων πόλεων τὸν Κριὸν ἀναφέρεσθαι ἔλεγον μοίρ. καʹ μʹ, τὸν δὲ Ταῦρον κεʹ Οʹ, τοὺς δὲ Διδύμους κηʹ κʹ, Καρκίνον λαʹ μʹ, Λέοντα λεʹ Οʹ, Παρ- θένον ληʹ κʹ, Ζυγὸν ληʹ κʹ, Σκορπίον λεʹ Οʹ, Τοξότην λαʹ μʹ, Αἰ- γοκέρωτα κηʹ κʹ, ῾Υδροχόον κεʹ Οʹ, ᾿Ιχθύας καʹ μʹ. Πτολε- μαῖος δὲ διὰ τοῦ κατ’ ᾿Αλεξάνδρειαν κλίματος ἀναφέρεσθαι τὸν Κριὸν τέθεικε μοίρ. κʹ νγʹ, τὸν δὲ Ταῦρον κδʹ ιβʹ, τοὺς Διδύ- μους κθʹ νεʹ, τὸν Καρκίνον λδʹ λζʹ, τὸν Λέοντα λεʹ, λϚʹ, τὴν Παρ- θένον λδʹ μζʹ, τὸν Ζυγὸν λδʹ λζʹ, τὸν Σκορπίον λεʹ λϚʹ, τὸν Τοξότην λδʹ λζʹ, τὸν Αἰγοκέρωτα κθʹ νεʹ, τὸν ῾Υδροχόον κδʹ ιβʹ, τοὺς ᾿Ι- χθύας κʹ νγʹ. πολὺ δὴ τὸ διάφορον, ὡς ἂν δὲ μή τις, οὐ γινώσκων τὴν ἐν τούτοις παραλλαγήν, ἀναγινώσκων δὲ τὰ τῶν παλαιῶν ἀναφορικὰ οἴεται δύνασθαι τοὺς αὐτοὺς χρόνους μερίζειν ταῖς Πτολεμαίου ἐφόδοις, ἁμάρτοι. ὅλως γὰρ δύο ταῦτα ἀναγ- καιότατα ὄντα εἰς τὴν εὕρεσιν τῶν τῆς ζωῆς χρόνων, ἥτε τῶν ὁρίων τοῖς εʹ πλανωμένοις διανέμησις ἥτε τῶν ἀναφορικῶν χρόνων τῶν ζῳδίων, διαπεφώνηται παρά τε τοῖς ἀρχαίοις καὶ τοῖς νεω- τέροις. καὶ γὰρ ᾿Απολλινάριος ἐν τῇ τῶν ὁρίων διατάξει διαφωνεῖ πρὸς Πτολεμαῖον καὶ ἀμφότεροι πρὸς Θρά- συλλον καὶ Πετόσιριν καὶ τοὺς ἄλλους τῶν πρεσβυ- τέρων. καὶ περὶ τὰς ἀναφορὰς δὲ τῶν ζῳδίων ἐστὶν ἐν αὐτοῖς δια- φωνία, ἣν δοκοῦσιν οἱ νεώτεροι ἠκριβωκέναι διὰ τῶν γραμ- μικῶν ἐφόδων. ὅμως μέντοι αἱ ἐπαγγελίαι ἀπὸ τῶν ἀναφορικῶν εἰς τὰς τῶν χρόνων εὑρέσεις τοῖς παλαιοῖς γινόμεναι κατὰ τὰς οἰκείας διατάξεις τῶν ἀναφορῶν ἀκριβοῦσθαι ἐδόκει ἐν τῇ τῶν χρόνων εὑρέσει, ὡς οὐ μόνον ἔτη πλατικῶς οὐδὲ μῆνας ἀποφαί- νεσθαι ἐπαγγέλλεσθαι, ἀλλὰ καὶ ἡμέρας καὶ ὥρας καίπερ μερί- ζοντες τὰ ἔτη ἀπὸ τῶν κατ’ αὐτοὺς ἀναφορικῶν χρόνων καὶ τοὺς ἀναιρέτας ἢ ἀφέτας κανονίζοντες ἐκ τῶν παρ’ αὐτοῖς ἀπονεμη- θέντων ὁρίων τοῖς πλανωμένοις. δεῖ τοίνυν μὴ συγχεῖσθαι μηδὲ τὰ παρ’ ἄλλων εἰς ἄλλον μεταφέροντα ἐξαμαρτάνειν τὴν ἔφοδον τὴν περὶ τῶν ζωτικῶν χρόνων τοῦ Πτολεμαίου ἐκ τῶν Πτολε- μαίῳ ἀρεσκόντων περὶ τῶν ἀναφορικῶν καὶ τῶν ὁρίων ἀνιχνεύειν, οἷς ἐχρῆτο καὶ αὐτὸς ὁρίοις, καὶ τὰ ἄλλα ὁμοίως μετιέναι, ἐπεὶ καὶ ἃ προείπομεν ὡς χρήσιμα εἰς τὴν τούτων ἀνάγνωσιν. εἴληπται μὲν ἡμῖν ἐκ τῶν παρὰ Χαλδαίοις εἰρημένων, ὅταν δὲ τὴν λέξιν τοῦ Πτολεμαίου ἐξετάζωμεν, πειρασόμεθα καὶ αὐτὰ ταῦτα δοκιμάζειν, εἰ κατὰ γνώμην ἔχει τοῦ Πτολεμαίου. ἐξηγησόμεθα τοίνυν, ὁτίποτε βούλεται αὐτοῖς τὸ ἐκ τῶν ἀναφορικῶν τὰ ἔτη πειρᾶσθαι τὰ βιώσιμα ἀνευρίσκειν τῶν γεννωμένων. τῆς γὰρ ὡροσκοπούσης μοίρας οὐκ ἀλλαχόθεν μάλιστα εὑρισκομένης ἢ ἐκ τῶν ἀναφορικῶν χρόνων, τῆς δὲ ζωῆς ἑκάστου δοκούσης αὐ- τοῖς ἀπὸ τοῦ κατὰ τὸν ὡροσκόπον σημείου ἐνδίδοσθαι, εἰκότως οὖν καὶ τὰ τοῦ σύμπαντος βίου χρονικὰ μεγέθη ἀπὸ τῶν τῶν ζῳ- δίων ἀναφορῶν λαμβάνειν ἔκριναν· οὐ γὰρ δὴ πρὸς καιρικῶν ὡρῶν λῆψιν ἁρμόζειν μόνον τὴν ἀπὸ τούτων μέθοδον, ἀλλὰ καὶ πρὸς ἐνιαυσίους χρόνους ἐντεῦθεν ἐνεῖναι ἀκριβῶς λαβεῖν τὴν ἀπονέμησιν. ὑποστήσαντες γὰρ τὸ ζῴδιον λʹ μοιρῶν ἕκαστον ὑπ- άρχον εἶναι λʹ ἐτῶν, ὡς τὰς τξʹ μοίρας τοῦ κύκλου ἔχειν χρόνους τξʹ, ὥστε τὴν μίαν μοῖραν εἶναι ἐνιαυτόν. ἐχρήσαντο δὲ τοῖς χρό- νοις κατὰ τὰς ἀναφορὰς τῶν ζῳδίων, ὥστε τοῦ Κριοῦ ἀναφερομένου αὐτοῖς κατὰ τὸ δι’ ᾿Αλεξανδρείας κλίμα μοίρας καʹ μʹ ἀναφέρεσθαι λέγειν αὐτὸν κατὰ τὴν ἑαυτοῦ ἀναφορὰν ἔτεσιν καʹ καὶ μησὶν ηʹ. διελόντες οὖν τοὺς καʹ ἐνιαυτοὺς καὶ μῆνας ηʹ εἰς μοίρας λʹ τοῦ ζῳδίου εὗρον ἑκάστῃ μοίρᾳ ἐπιβάλλοντας μῆνας ηʹ ἡμέρας κʹ. ἐπεὶ δὲ ὁ Ταῦρος αὐτοῖς κατὰ τὸ αὐτὸ κλίμα ἀναφέρεται χρόνοις κεʹ, τουτέστιν ἐτῶν κεʹ, διαιρεθέντων τῶν κεʹ ἐτῶν εἰς τὰς λʹ μοίρας τοῦ Ταύρου ἐπιβάλλουσιν ἑκάστῃ μοίρᾳ μῆνες ιʹ. εἰ μὲν οὖν αὐτοῖς σύμφωνος καὶ ὁ Πτολεμαῖος τὰ τῶν ἀναφορῶν πεπραγμάτευτο, ἐνῆν ἑτοίμως παρ’ ἐκείνων λαβόντας τὰς διαιρέσεις τῶν χρονικῶν μεγεθῶν εἰς ἑκάστην μοῖραν ζῳδίων ἀπηλλάχθαι. ἐπειδὴ δὲ αὐτὸς παρηλλαγμένας τὰς ἀναφορὰς ὑπέδειξεν εἶναι, ἢ ἐκεῖνοι ᾠήθησαν, αὐτοὺς δεῖ διελεῖν κατὰ ἀναλο- γίαν, ἣν αὐτὸς ἐπραγματεύσατο ἐν τοῖς Προχείροις κανόσι τῶν εἰς τὰς λʹ μοίρας ἑκάστου ζῳδίου ἀναφορικῶν χρόνων.


41. ᾿Εν πόσοις χρόνοις ἑκάστη μοῖρα ἀναφέρεται καθ’ ἕκαστον ζῴδιον.


Πόσων ἑκάστη μοῖρα ἀναφέρεται χρόνων, οὕτως εὑρίσκεται. ἐπεὶ γὰρ ἑκάστου ζῳδίου μοῖραί εἰσι λʹ, αἱ ἀναφοραὶ ἢ ὑπερβάλ- λουσιν ἢ ἐλλείπουσι· τοῦ μὲν γὰρ Κριοῦ ἀναφοραὶ διὰ τοῦ αʹ κλί- ματος τοῦ διὰ Μερόης μοιρῶν κδʹ κʹ, τοῦ δὲ Ταύρου διὰ τοῦ αὐτοῦ κλίματος μοιρῶν λγʹ κγʹ. ἵνα δὴ γνῶμεν, πόσων ἑκάστη μοῖρα ἀνα- φέρεται, ἀναλύσωμεν εἰς ἑξηκοστὰ τὰς ὅλου τοῦ ζῳδίου ἀναφοράς. οἷον ἐπὶ τοῦ Κριοῦ τὰς κδʹ κʹ μοίρας ἀναλύσαντες εἰς ἑξηκοστά, τὰ πάντα εὑρίσκομεν λεπτὰ ͵αυξʹ. ταῦτα δὲ μερίζοντες εἰς λʹ, τοσαῦται γὰρ ἑκάστῳ ζῳδίῳ εἰσὶ μοῖραι, εὑρίσκομεν ἑκάστην μοῖραν ἔχουσαν πρῶτα μηʹ λεπτὰ καὶ δεύτερα ἑξηκοστὰ μʹ. κατὰ δὴ ταύτην τὴν ἀναλογίαν τοὺς τῶν ἀναφορῶν ἑκάστου ζῳδίου χρόνους εἰς ἔτη μεταλαβόντες ἢ μῆνας μοριάσομεν εἰς ἑκάστην ἡμέραν τοὺς ἐπιβάλλοντας ἢ μῆνας ἢ καὶ ἐνιαυτόν. ποιήσωμεν δὲ οὕτως· τὰς οὖν ἀναφορὰς τοῦ Κριοῦ κατὰ τὸ διὰ Μερόης κλίμα οὔσας μοιρῶν κδʹ κʹ πολυπλασιάζομεν εἰς τοὺς ιβʹ μῆνας· γί- νονται δὲ αἱ κδʹ μοῖραι, λογιζομένης ἑκάστης εἰς ἐνιαυτὸν μῆνες σπηʹ· τὰ δὲ λεπτὰ κʹ σκέπτομαι τί μέρος ἐστὶ τῆς ἑξηκοντάδος· ἔστι δὲ τοῦτο τὸ γʹ, ὅπερ ἐκ τοῦ ἐνιαυτοῦ ληφθὲν ποιεῖ μῆνας δʹ. γίγνονται ἐπὶ τὸ αὐτὸ μῆνες σϞβʹ καὶ μερίζω ἐπὶ τὸ τριακοντά- μοιρον καὶ ἐπιβάλλουσιν ἑκάστῃ μοίρᾳ μῆνες θʹ καὶ παραλείπον- ται μῆνες κβʹ, οὓς εἰς ἡμέρας ἀναλύσας ἔχω ἡμέρας χξʹ· ταύτας πάλιν εἰς λʹ μερίζω, καὶ ἀπαρτίζει ἐξ ἡμερῶν κβʹ, ὥστε ἐπι- βάλλει ἑκάστῃ μοίρᾳ τῇ τε τοῦ Κριοῦ καὶ τῶν ᾿Ιχθύων· εἰσὶ γὰρ πανταχοῦ ἰσανάφοροι. ἐπιβάλλουσι οὖν ἐν τῷ κλίματι τῷ διὰ Μερόης ἑκάστῃ μοίρᾳ μῆνες θʹ ἡμέραι κβʹ, ταῖς δὲ δυσὶ μοίραις τὰ διπλάσια, τουτέστι μῆνες ιηʹ ἡμέραι μδʹ, ταῖς δὲ τρισὶν ἔτη δύο μῆνες εʹ ἡμέραι Ϛʹ. ἡ δὲ αὐτὴ ἔφοδος καὶ καθ’ ἕκαστον ζῴδιον ἔσται καὶ καθ’ ἕκαστον κλίμα.


42. Πῶς ἔνεστι τὴν διάκρισιν τῶν τε κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων μερικῶς διαθέσθαι.


῾Ο Πτολεμαῖός φησιν ἐν τῷ περὶ χρόνων ζωῆς τόπους μὲν τοίνυν ἀφετικοὺς εἶναι νομιστέον τό τε περὶ τὸν ὡροσκό- πον δωδεκατημόριον ἀπὸ εʹ μοιρῶν τῶν προαναφερομένων αὐτοῦ τοῦ ὁρίζοντος μέχρι τῶν λοιπῶν καὶ ἐπαναφερομένων μοιρῶν κεʹ. προαναφερομένας ἔλαβεν ἐπὶ τοῦ ὡροσκόπου καὶ κεʹ ἑπο- μένας ὡς τοῦ δωδεκατημορίου λʹ μοίρας ἔχοντος. τοῦτο δ’ ἐν τοῖς κλίμασι γίνεται, ὅτε τὸ ἰσημερινὸν σημεῖον ὡροσκοπεῖ, ἐπεὶ τὸ τῶν προστασσόντων ἡμικύκλιον τὸ ἀπὸ Κριοῦ μέχρι Παρθένου ὡροσκοποῦν ἀεὶ τὰ ἀπηλιωτικὰ τεταρτημόρια μείζονα ποιεῖ πάντως τῶν Ϟʹ μοιρῶν, τὰ δὲ λιβικὰ ἐλάττονα. ἀνάπαλιν δὲ εἴ τι ὡροσκοπεῖ τῶν ὑπακουόντων, ἐλάττονα μὲν τὰ ἀπηλιωτικὰ ποιεῖ, μείζονα δὲ τὰ λιβικὰ τῶν Ϟʹ μοιρῶν, καὶ δῆλον ὅτι δεῖ τὰς τοῦ τεταρτημορίου μοίρας τὰς ἀπὸ τοῦ μεσουρανήματος μέχρι τοῦ ὡροσκόπου τέμνειν εἰς τρία καὶ τὸ τρίτον ἀπονεῖμαι τῷ ὡρο- σκόπῳ καὶ τῆς ποσότητος ταύτης τὰς εʹ μοίρας λαβεῖν προαναφερο- μένας, τὰς δὲ λοιπὰς ἑπομένας ἔχειν, καὶ ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν τεταρτημορίων ποιεῖν. εἰ δέ τις λέγει τῆς ἑκάστῳ τόπῳ ἀνηκούσης ποσότητος τῶν μοιρῶν τὸ Ϛʹ δεῖν προανενηνέχθαι, οὐκ ὀρθῶς οἴεται. ἔστω γὰρ εἰ τύχοι τὸ μεταξὺ τοῦ μεσουρανήματος καὶ τοῦ ὡροσκόπου μοιρῶν οβʹ, τὸ δὲ ἑξῆς τεταρτημόριον δηλονότι ρηʹ· ἔσται οὖν τὰ μὲν Ϛʹ ἀπὸ κδʹ τὰ δὲ Ϛʹ ἀπὸ λϚʹ μοιρῶν. αἱ τοίνυν πρὸ τοῦ μεσουρανήματος μοῖραι δʹ ἔσονται, εἴκοσι δὲ ἑξῆς καὶ ἔτι τοῦ ιαʹ καὶ ιβʹ, μηʹ, καὶ παραλείψονται πρὸ τοῦ ὡροσκόπου μόναι δʹ. ἦσαν γὰρ αἱ πᾶσαι οβʹ, ὧν ξηʹ, λοιπαὶ δʹ, ἃς ἕξει ὁ ὡροσκόπος. δέον κατὰ τὴν μέθοδον σχεῖν Ϛʹ· τῶν γὰρ λϚʹ τὸ ἕκτον Ϛʹ. ἀδύνατος οὖν ἡ τοιαύτη μέθοδος, ἀλλ’ οὐδὲ ταῖς ἀναφοραῖς οἷόν τε χρῆσθαι ὥστε ἀπονέμειν ἑκάστῳ τόπῳ λʹ· τῆς γὰρ Ϛʹ μοίρας τῶν ᾿Ιχθύων ἀνατελλούσης ἐν τῷ εʹ ἢ Ϛʹ κλίματι μέχρι τοῦ ὑπὸ γῆν μεσουρανή- ματος αἱ ἀναφοραὶ μόλις εἰσὶν ξʹ, καὶ οὕτως οὐχ ἕξομέν τι δοῦναι τῷ τρίτῳ τόπῳ. ὥστε οὐδὲ τοῦτο δυνατόν, ἀλλ’ οὐδὲ τὸ λʹ μοίρας ἑκάστῳ νέμειν δυνατόν. πάλιν γὰρ ῾Υδροχόου ἀνατέλλοντος καὶ Τοξότου μεσουρανοῦντος μεταξὺ εὑρίσκονται μοῖραι οʹ, ἔδει δὲ Ϟʹ, εἴπερ ἕκαστον ἕξει μοίρας λʹ. ἐξ ἀνάγκης οὖν περιλείπεται τὸ εʹ μοίρας προαναφέρεσθαι τοῦ ὡροσκοποῦντος κέντρου, τὴν δὲ ἐποφειλομένην λοιπὴν ποσότητα ἕπεσθαι τὴν ἐκ τοῦ κατὰ τὸ τε- ταρτημόριον μερισμοῦ.


43. Περὶ τοῦ ποῖον μέλος τοῦ σώματος ἕκαστον τῶν ζῳδίων κεκλήρωται.


῎Ετι δὲ τῶν ζῳδίων ἕκαστόν τι κεκλήρωται τῶν τοῦ σώματος μελῶν, ἃ προειδέναι χρή, ὅταν περὶ σίνους λέγωσι· Κριὸς κεφαλήν, Ταῦρος τένοντα καὶ τράχηλον, Δίδυμοι ὤμους καὶ βραχίονα, Καρκίνος στῆθος καὶ πλευράς, Λέων τὸ διάφραγμα καὶ τὸν στό- μαχον καὶ τὴν γαστέρα, Παρθένος ὑποχόνδρια καὶ λαγόνας, Ζυγὸς νεφροὺς καὶ γλουτούς, Σκορπίος αἰδοῖα καὶ τοὺς κρυπτοὺς καὶ γονίμους τόπους, Τοξότης γόνατα, κατὰ δ’ ἐνίους καὶ βουβῶνα καὶ ἀγκώνων καμπάς, Αἰγόκερως ὀσφὺν καὶ ἰσχία, ῾Υδροχόος κνήμας καὶ σφυρά, ᾿Ιχθύες πόδας.


44. Ποίων ἕκαστος τῶν ἀστέρων κυριεύει μερῶν.


Κατὰ ταῦτα δὲ καὶ τοὺς ἀστέρας κεκληρῶσθαί φασι τῶν μὲν ἐντὸς Κρόνος τὴν φλεγματώδη ὑγρότητα καὶ βρόγχον καὶ λύσιν ἐντέρων· Ζεὺς δὲ ἦπαρ καὶ τὴν περὶ αὐτὸ εὐτροφίαν καὶ τὰ ὑπὸ τὸν στόμαχον νεῦρα· ῎Αρης δὲ αἷμα καὶ νεφροὺς καὶ τοὺς σπερ- ματικοὺς πόρους ᾿Αφροδίτη δὲ πνεύμονα καὶ χολήν· ῾Ερμῆς δὲ τικὴν θέσιν, τουτέστιν αἰσθητικὴν κίνησιν, καὶ ὅρασιν ἐπ’ ἀνδρὸς μὲν τὴν δεξιάν, ἐπὶ δὲ θηλείας τὴν εὐώνυμον· Σελήνη δὲ κοινῶς μὲν ὅλον τὸ σῶμα, ἰδίως δὲ σπλῆνα καὶ μήνιγγας καὶ μυελὸν καὶ ὅρασιν ἀνδράσι μὲν εὐώνυμον, γυναιξὶ δὲ δεξιάν. ἐπὶ δὲ τῶν ἐκτὸς Κρόνος μὲν ἄρχει χρονίων πραγμάτων, ὑγρότητός τε καὶ ψύξεως καὶ παλαιῶν ἔργων καὶ ἀποθησαυρισμῶν, θεμελίων τε καὶ ἐγγείων, ἀρχαίων τε καὶ πρεσβυτέρων καὶ ἀσπέρμων καὶ ἀτέκνων προσώπων, πλεόντων, τελειότητος καὶ βαθείας πονηρίας καὶ ἐνδομυχίας καὶ συκοφαντίας καὶ βασκανίας καὶ φθόνου καὶ μόχθου καὶ βλο- συρότητος καὶ εἱργμῶν καὶ κομοτροφίας καὶ βδελυρίας καὶ πά- σης στυγνότητος καὶ βασάνων ὀξέων. ἐν μὲν ἰδίοις τόποις χρημα- τίσας καὶ λαμπήναις καὶ καλῶς σχηματισθεὶς πρὸς τὴν γένεσιν ὠφελεῖ ἀπ’ ἀλλοτρίας βλάβης τὰς αὐξήσεις προσάγων, κακῶς δὲ σχηματισθεὶς μόχθους καὶ συμφορὰς ἐπάγει· καλεῖται δὲ Φαί- νων. ὁ δὲ τοῦ Διὸς ἀφηγεῖται μεγαλοπρεπείας, δόξης, σεμνότητος, ἀπολαύσεώς τε καὶ εὐτροφίας, ἀρχῆς τε καὶ τιμῆς, εὐτεκνίας τε καὶ τῆς παρ’ ἡγεμόσι καὶ ὄχλοις ἀποδοχῆς· καλεῖται δὲ Φαέθων. ὁ δὲ τοῦ ῎Αρεως διάπυρός τέ ἐστι καὶ αἱματώδης, καυτηρίῳ τε προσόμοιος ὢν ἀφηγεῖται τοῦ ἐν ἡμῖν θερμοτάτου αἵματος, ὡς εἴρηται, καὶ σπερματικῆς ὁρμῆς καὶ συλλημμάτων γυναικείων, ἐνεργείας τε καὶ κινδύνων καὶ θυμοῦ καὶ ὀργῆς καὶ θράσους καὶ βίας καὶ παραβόλων πραγμάτων καὶ παθῶν ὀξέων, στρατείας τε καὶ πολέμου καὶ σιδήρου χρήσεως καὶ τραυμάτων καὶ πάν- των τῶν μετ’ ὠκύτητος καὶ ἐκπλήξεως γινομένων· καλεῖται δὲ Πυρόεις. ὁ δὲ ῞Ηλιος πνεύματος ἄρχει καὶ τῆς ἐν ἡμῖν αἰσθη- τικῆς ψυχῆς καὶ πνευματικῆς κινήσεως καὶ πατρικοῦ ἢ ἡγεμονικοῦ προσώπου. ὁ δὲ τῆς ᾿Αφροδίτης παρακείμενος μὲν τῷ ῾Ηλίῳ, μέ- γεθός τε ἔχων καὶ φωτιζόμενος ὑπ’ αὐτοῦ τῇ λαμπηδόνι, ἐπεὶ ὁ μὲν αἴθαλος, ἅτε καιομένου πυρός, ὑπὲρ τὸ ὑποκείμενον ταύτης πλάτος <λάμπει>, εὐειδέστατος καὶ λαμπρὸς ὁρᾶται· ὅθεν διὰ μὲν ἱλαρότητα τοῦ φωτὸς ἄρχει εὐμορφίας, εὐπρεπείας, καθαριό- τητος, λαμπηδόνος βίου, εὐκοσμίας, στεφανηφορίας, ἱερατείας, χρυσοφορίας, τρυφερότητος· διὰ δὲ τὸ συμπαρεῖναι καὶ αὐτὸν τῷ ψυχικῷ τοῦ κόσμου στοιχείῳ καὶ συμπαθείας ἀπ’ αὐτοῦ λαμ- βάνειν αὐγῆς, ἄρχει φιλοστοργίας, ἔρωτος, ὀρέξεως, γάμου, θρη- σκείας, εὐμουσίας καὶ τῶν κοσμικῶν ἀρχῶν καὶ θεατρικῶν, τῶν τε συνοίκων καὶ θηλυκῶν προσώπων, μητρός, ἀδελφῆς καὶ θυγατρός· καλεῖται δὲ Φωσφόρος. ὁ δὲ τοῦ ῾Ερμοῦ συναπτόμενος τῷ ῾Ηλίῳ παλμώδης μὲν φαίνεται καὶ σπανιώτερον ὁρᾶται· ἆσσον δὲ ἀεὶ τῆς τοῦ ῾Ηλίου προσαυγῆς τεταγμένος καὶ πλειστάκις ἀνατέλλων καὶ δύνων ὑπὸ τὰς αὐγὰς ἄρχει γε, οἷα δὴ τῷ ἡγεμονικῷ παρα- κείμενος, ψυχικῆς κινήσεως ἄρχοντι στοιχείῳ, φρονήσεως καὶ λόγου καὶ ἐπιστήμης, καὶ ὅσα λόγῳ διοικεῖται, παιδείας, ἐμπορίας, πραγματείας, φιλίας, κοινωνίας, συναλλάγματος, ἑταιρείας, ὑπ- ηρεσίας, ἔτι δὲ καὶ νεωτέρων προσώπων, τέκνων τε καὶ θρεμμά- των· καλεῖται δὲ Στίλβων. ἡ δὲ Σελήνη περιγειοτάτη ὑπάρχουσα καὶ τὰς πάντων ἀπορροίας δεχομένη τῷ ἑαυτῆς μεγέθει καὶ δια- κονοῦσα πρὸς τὴν <γῆν> ὑποκειμένην, ἄρχει τοῦ παντὸς ἡμῶν σώματος καὶ τῆς περὶ αὐτὸ ὑγείας καὶ καταστάσεως καὶ μητρὸς καὶ ἡγεμονικῶν γυναικῶν.


45. Περὶ ὧν ἱματισμῶν καὶ βαφῆς κυριεύουσιν ἢ χροιᾶς.


῾Ο Κρόνος βαφῆς καστοριζούσης κυριεύει· ὁ Ζεὺς γαλαϊζούσης καὶ ἐπὶ τὸ λευκὸν ῥεπούσης μικρόν· ὁ ῎Αρης πυρίνης, φλογίνης ἀληθινῆς· ὁ ῞Ηλιος χρυσοκιτρίνης· ἡ ᾿Αφροδίτη λευκῆς χροιᾶς· ὁ ῾Ερμῆς κυανῆς· ἡ Σελήνη πρασίνης.


46. Περὶ τῶν λϚʹ δεκανῶν καὶ τῶν παρανατελλόντων αὐτοῖς καὶ προσώπων.


Τοῦ ζῳδιακοῦ κύκλου εἰς ιβʹ τμήματα τετμημένου, τουτέστιν εἰς ιβʹ ζῴδια, ἕτερα τμήματα λϚʹ ὑπέθεντο οἱ παλαιοί, οὕστινας ἐκάλεσαν δεκανούς, καὶ τούτους κατεμέρισαν κατὰ ζῴδιον δέκα μοιρῶν ἄρχειν, διὸ καὶ δεκανοὶ καλοῦνται. ὑπόκεινται δὲ τούτοις τοῖς δεκανοῖς οἱ προειρημένοι ἐν τῷ ζῳδιακῷ κύκλῳ παρανατέλλον- τες, ἔχουσι δὲ καὶ πρόσωπα τῶν ζʹ ἀστέρων, ἅτινα συμπάθειαν ἔχουσι πρὸς τοὺς ἐπικειμένους αὐτοῖς ἀστέρας. οἷον ὑπόθου τὸν ῞Ηλιον εἶναι Κριοῦ μοίραις ιʹ δεκανῷ πρώτῳ, προσώπῳ ῎Αρεως· ἐπεὶ οὖν εἰρήκαμεν τὸν ῞Ηλιον σημαίνειν τὰ ψυχικά, εὑρήσεις τὴν ψυχὴν τοῦ τοιούτου ἔπανδρον, θυμικήν, πολεμοχαρῆ, φίλοπλον καὶ τὰ ὅμοια. ὑπόθου δὲ πάλιν εἶναι τὸν ῞Ηλιον Κριοῦ μοίραις κʹ δεκανῷ δευτέρῳ, προσώπῳ ῾Ηλίου, σημαίνει τὸν τοιοῦτον εἶναι λαμπρὸν τὴν ψυχὴν καὶ φιλόδοξον καὶ φιλότιμον καὶ οὐκέτι πολε- μοχαρῆ. ὑπόθου δὲ πάλιν εἶναι τὸν ῞Ηλιον Κριοῦ μοίραις λʹ δεκανῷ γʹ, προσώπῳ ᾿Αφροδίτης, σημαίνει δὲ τὸν τοιοῦτον εἶναι θηλυκό- ψυχον, θηλύμορφον, ἔπαισχρον, λάγνον καὶ τὰ ὅμοια. ὅρα πῶς ἐν ἑνὶ ζῳδίῳ τρεῖς διαφοραὶ περὶ τὰ ψυχικὰ μόνον ὑπεδείχθησαν. ἔγκεινται δὲ καὶ τῶν δεκανῶν καὶ τῶν παρανατελλόντων αὐτοῖς καὶ τῶν προσώπων τὰ ἀποτελέσματα παρὰ Τεύκρου τοῦ Βαβυλωνίου.


47. Περὶ <τῶν> τῶν ἀπλανῶν λαμπρῶν ἀστέρων καὶ τῶν παρανατελλόντων δυνάμεων.


῾Ο τύπος τῶν ζῳδίων καὶ τῶν παρανατελλόντων ἀπὸ τῆς τῶν ἀστέρων συνθέσεως συνέστηκεν. ἔχουσιν οὖν ἐν ἑαυτοῖς λαμπροὺς ἀστέρας καὶ ἀμυδροὺς καὶ στυγνοτέρους. τούτους τηρήσαντες οἱ παλαιοὶ εἶπον τοὺς μὲν λαμπροτάτους αὐτῶν μεγέθους πρώ- του, τοὺς δὲ ἀμυδροτέρους μεγέθους δευτέρου, τοὺς δὲ στυγνο- τέρους μεγέθους τρίτου καὶ ἑξῆς ἀκολούθως εὗρον αὐτοὺς ἕως τοῦ ἕκτου μεγέθους καὶ τῆς τῶν πλανητῶν κράσεως κεκοινωνη- κότας, καθὰ προειρήκαμεν, καὶ τοὺς μὲν αὐτῶν ἐν τῷ ζῳδιακῷ κύκλῳ τετυχηκότας, τοὺς δὲ βορειοτέρους τοῦ ζῳδιακοῦ, τοὺς δὲ νοτιωτέρους. τηρήσαντες οὖν τοὺς λαμπροτέρους αὐτῶν ἀστέρας εὗρον λαμπροὺς λʹ τοῦ πρώτου καὶ τοῦ δευτέρου μεγέθους τετυχηκότας. ἐπὰν οὖν οὗτοι εὑρεθῶσιν ἐπὶ τοῦ ὡροσκόπου ἰσομοίρως ἢ ἐπὶ τοῦ μεσουρανήματος ἢ τὸν ῞Ηλιον ἢ τὴν Σελήνην σχηματίζοντες ἢ μετά τινος ἀστέρος, ἀλλοιοῦσι τὴν γένεσιν κατὰ τὴν προσήκουσαν αὐτοῖς κρᾶσιν, οἷον εἰ μὲν κράσεως ἐστὶν ἀγαθο- ποιοῦ, ἀγαθώτερα ὄντα τὰ τῆς τύχης, εἰ δὲ κακοποιοῦ, χείρω.


48. Περὶ τῶν ὁρίων κατ’ Αἰγυπτίους καὶ Πτολεμαῖον καὶ λαμπρῶν καὶ σκιαρῶν μοιρῶν.


Πάλιν οἱ παλαιοὶ εἰς ἡμίσεις χώρας ἢ τόπους τέμνοντες ἕκαστον ζῴδιον ὠνόμασαν ὅρια οὐ κατὰ τὰς ἴσας μοίρας, ὡς ἐπὶ τῶν δεκανῶν εἰρήκαμεν, ἀλλὰ διαφόρως κατὰ ἄλλην αἰτίαν, ἥν- τινα ὑπέθεντο ἐν ταῖς τῶν ἀστέρων τελείαις περιόδοις. περιόδους δὲ λέγω ἅστινας ἐν τοῖς ἔμπροσθεν εὑρήσεις· αὐταὶ δὲ αἱ μοῖραι τῶν ὁρίων αἱ κατὰ ζῴδιον κείμεναι. τινὲς μὲν αὐτῶν εὑρίσκονται Διός, ἄλλαι δὲ ᾿Αφροδίτης, ἄλλαι δὲ Κρόνου καὶ ἄλλαι τῶν λοιπῶν πλανήτων. ὅταν οὖν τις τῶν ἀστέρων εὑρεθῇ ἐν οἴκῳ ἀγαθοποιοῦ καὶ ἐν ὁρίοις ἀγαθοποιοῦ λόγον ἔχων πρὸς τὴν γένεσιν, ἀγαθο- ποιεῖ τὴν τύχην· ἐὰν δὲ εὑρεθῇ ἐν οἴκῳ μὲν ἀγαθοποιοῦ, ὁρίοις δὲ κακοποιοῦ, ἐλαττοῖ τὸ ἀγαθὸν τῆς τύχης· εἰ δὲ τύχοι <ἐν> οἴκῳ κακοποιοῦ καὶ ὁρίοις κακοποιοῦ, κακοῖ καὶ ἀμαυροῖ τὴν τύχην. ἡ οὖν τῶν ὁρίων ἐνέργεια ἐναλλοιοῖ τὴν τῶν ἀστέρων ἀποτε- λεσματογραφίαν, καθὰ εἴρηται καὶ ἐπὶ τῶν προσώπων τῶν δε- κανῶν. ὁ οὖν Πτολεμαῖος ἔν τισιν ὁρίοις οὐ συνῄνεσε τοῖς Αἰγυπτίοις. διὸ ἠναγκάσθην καὶ τούτων ὑπόμνησιν ποιή- σασθαι. συμβάλλονται δὲ τὰ ὅρια αὐτῶν ἐν τοῖς αὐτῶν ἀποτελέ- σμασι μόνοις. αἱ δὲ λαμπραὶ καὶ σκιαραὶ καὶ ἀμυδραὶ μοῖραι οὐ μικρὰν ἔχουσι τὴν ἐνέργειαν, εἴπερ οἱ ἀστέρες ἐν ταῖς λαμπραῖς μοίραις εὑρέθησαν τετυχηκότες. διὸ καὶ ταῦτα ἐν τοῖς ἔμπροσθεν ἠναγκάσθην καθυποτάξαι.


49. Περὶ τῆς τῶν ζῳδίων μελοθεσίας.


Τὰς τοῦ ἀνθρώπου μελοθεσίας ὑπέταξεν, ὧν κυριεύει μελῶν ἕκαστον τῶν ζῳδίων καὶ τῶν ἀστέρων διὰ τὸ εἰδέναι ἡμᾶς τὰ σίνη καὶ τὰ πάθη τὰ γινόμενα τοῖς ἀνθρώποις ἀπὸ τῶν κλήρων τῆς τύχης καὶ τοῦ δαίμονος καὶ τοῦ σίνους καὶ τῶν κυρίων αὐτῶν· ἔνθεν γὰρ γνωρίζονται ὡς ἐπὶ τὸ πλεῖστον τὰ πάθη καὶ τὰ σίνη. εἰρηκὼς οὖν πάντα τὰ προειρημένα ἀκολούθως καὶ τὴν ἐπίλυσιν αὐτῶν σαφῶς ποιησάμενος ὑποτάξω κατὰ τὴν τῶν σχηματισμῶν ἐναργῆ δύναμιν.


50. Περὶ τριγώνων καὶ τετραγώνων <καὶ ἑξαγώνων> καὶ διαμέτρων καὶ τῶν ἀσυνδέτων λόγον ἐχόντων πρὸς ἄλληλα ὡς ἐν τύπῳ διαμέτρων.


Τῶν τριγώνων καὶ τετραγώνων καὶ ἑξαγώνων συσχηματισμῶν διαφοραὶ καθεστήκασιν. καὶ ἡ μὲν πρώτη καὶ μείζων ἐστὶν πασῶν ἡ μοιρικῶς λαμβανομένη κατὰ τὸν πρόχειρον κανόνα Πτολε- μαίου, καθὼς ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. ἡ δὲ δευτέρα ἐστὶν ἡ χρονική, ἣν ᾿Αντίγωνος καὶ Φνάης ὁ Αἰγύπτιος καὶ ἄλλοι τινὲς ὑπέταξαν καὶ ὠνόμασαν ἰσοσκελὲς τρίγωνον τῶν ἀναφορῶν τῶν ζῳδίων. ἡ δὲ τρίτη ἐστὶν ἡ ζῳδιακὴ ἢ κοινὴ καὶ καθολική, εἰς ἣν πάντες πλανώμεθα. πολλάκις γὰρ τοῦ ῾Ηλίου ὄντος ἐν Λέοντι περὶ μοῖραν αʹ, τοῦ δὲ Διὸς ὄντος ἐν Τοξότῃ περὶ μοίρας εʹ ἐφάνθη τὸ τρίγωνον Διὸς πρὸς ῞Ηλιον, οἱ δὲ ἀργοὶ πρὸς ἀλλήλους ἐσχηματίσθησαν. οὔτε γὰρ πλατικῶς ἐντὸς τῶν ρκʹ μοιρῶν καθεστήκασιν, οὔτε δὲ χρονικῶς ἐντὸς τῶν ρκʹ χρόνων τετυχήκασιν, οὔτε μὴν ἀναφορικῶς ἐντὸς τῶν ρκʹ μοιρῶν. † λοι- πὸν οὖν ἀπὸ τῶν τῶν πλανητῶν κεφαλαίων γίνεται †. καλεῖται οὖν ἀεὶ τριγωνικὴ πλευρὰ ζῳδιακή, ἥτις πάλιν τὴν ἐνέργειαν ἔσχηκεν, ἐπειδὴ οὐ συνέσχεν αὐτὴν οὔτε ἡ μοιρική, οὔτε ἡ χρονική. ἐπεὶ οὖν τὴν μοιρικὴν τρίγωνον καὶ τετράγωνον καὶ ἑξάγωνον πλευρὰν ἐν τοῖς ἔμπροσθεν ὑπετάξαμεν διὰ τῶν κανόνων Πτολεμαίου, τήν τε ζῳδιακὴν νῦν ὑπεδείξαμεν, ἀναγκαῖον ᾠήθην ὑποτάξαι καὶ τὴν χρονικὴν δι’ ὑποδείγματος. ὑπόθου εἶναι τὸν ῞Ηλιον ἐν Κριῷ ἐν τῷ δι’ ᾿Αλεξανδρείας κλίματι μοίρ. αʹ καὶ τὸν Δία Λέοντι μοίρ. βʹ, τὸν δὲ ῎Αρη Λέοντι μοίρ. εʹ, ποιῶ οὕτως· ἀναφορὰ Κριοῦ χρόνοι καʹ μʹ καὶ ἀναφορὰ Ταύρου χρόνοι κεʹ Οʹ <καὶ> ἀναφορὰ Διδύ- μων κηʹ κʹ καὶ ἀναφορὰ Καρκίνου λαʹ μʹ, γίνονται χρόνοι τῶν τεσ- σάρων ζῳδίων ρϚʹ μʹ, ὑπολείπονται εἰς τοὺς ρκʹ χρόνοι ιγʹ κʹ, <οὓς> εὑρίσκω περὶ τὰς ια∠ʹ μοίρας τοῦ Λέοντος· διπλώσας γὰρ τοὺς λεʹ χρόνους γίνονται χρόνοι οʹ, τούτους ἑνδεκάκις καὶ ἥμισυ ποιήσας εὑρίσκω χρόνους ωεʹ, οὓς ποιῶ παρὰ τὸν ἑξήκοντα, γίνονται χρό- νοι ιγʹ κεʹ. μίγνυμι τὰ ρϚʹ μʹ, ὁμοῦ γίνονται χρόνοι ρκʹ εʹ. εὑρίσκε- ται οὖν ἡ ια∠ʹ μοῖρα τοῦ Λέοντος ἐν τῷ δι’ ᾿Αλεξανδρείας κλίματι τρίγωνον ἰσοσκελὲς ἀποτελοῦσα πρὸς τὴν πρώτην μοῖραν τοῦ Κριοῦ. καὶ λέγομεν τὸν μὲν Δία ὑπὸ ῾Ηλίου θεωρεῖσθαι ζῳδιακῶς καὶ χρονικῶς, τὸν δὲ ῎Αρη ζῳδιακῶς μόνον. ἐπειδὴ ὑπολείπονται τοῦ Λέοντος χρόνοι καʹ λεʹ, τούτους προστίθημι τῷ δευτέρῳ ἰσο- σκελεῖ τριγώνῳ οὕτως· Λέοντος χρόνοι καʹ λεʹ, Παρθένου χρόνοι ληʹ κʹ, Ζυγοῦ χρόνοι ληʹ κʹ, ὁμοῦ γίνονται χρόνοι Ϟηʹ ιεʹ, ὑπολεί- πονται πάλιν εἰς τοὺς ρκʹ χρόνοι καʹ μεʹ, τούτους εὑρίσκω περὶ τὰς ιη∠ʹ ζʹ μοίρας τοῦ Σκορπίου· διπλώσας γὰρ τὴν ἀναφορὰν τοῦ Σκορπίου, τουτέστι τοὺς λεʹ χρόνους, γίνονται χρόνοι οʹ, τούτους ἐπὶ τὰς ιη∠ʹ ζʹ ποιήσας εὑρίσκω χρόνους ͵ατεʹ, οὓς ποιῶ παρὰ τὸν ἑξήκοντα, γίνονται καʹ μεʹ, οὕστινας προστίθημι τοῖς Ϟηʹ ιεʹ, γίνον- ται ὁμοῦ χρόνοι ρκʹ. εὑρίσκονται οὖν αἱ ιη∠ʹ ζʹ μοῖραι τοῦ Σκορπίου ἐν τῷ δι’ ᾿Αλεξανδρείας κλίματι τὸ δεύτερον τρίγωνον ἰσοσκελὲς ἀποτελοῦσαι πρὸς τὴ ια∠ʹ μοῖραν τοῦ Λέοντος. πάλιν ἐπειδὴ ὑπολείπονται τοῦ Σκορπίου χρόνοι ιγʹ ιεʹ, τούτοις προστίθημι τὸ τρίτον ἰσοσκελὲς τρίγωνον· Σκορπίου χρόνοι ιγʹ ιεʹ, Τοξότου λαʹ μʹ, Αἰγοκέρωτος κηʹ κʹ, ῾Υδροχόου κεʹ, ᾿Ιχθύων καʹ μʹ, ὁμοῦ γίνονται ριθʹ νεʹ χρόνοι, οἵτινες ἀποτελοῦσι τὸ τρίτον τρίγωνον ἰσοσκελὲς τοῦ ζῳδιακοῦ κύκλου. αἱ γὰρ ὑπολειφθεῖσαι εʹ μοῖραι εἰς τοὺς ρκʹ χρόνους ἐν τῷ πρώτῳ τριγώνῳ εἰσὶν ἀποτεταγμέναι. τῇ δὲ αὐτῇ μεθόδῳ καὶ τὰς ἑξαγώνους καὶ τετραγώνους πλευρὰς εὑρήσεις, αἵτινες καλοῦνται χρονικαί.


51. Περὶ τῶν χρόνων τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων.


῾Ο μὲν ὡροσκόπος δηλοῖ τὴν πρώτην ἡλικίαν, τὸ μεσουράνημα τὴν μέσην, ἡ δὲ δύσις τὴν τελευταίαν, τὸ δὲ ὑπὸ γῆν κέντρον τὸν θάνατον καὶ τὰς μετ’ αὐτὸν γινομένας εὐδοξίας ἢ ἀδοξίας. καὶ πάλιν τὸ μὲν ἀπόκλιμα τοῦ ὡροσκόπου σημαίνει τὰς ὠδῖνας τῆς ἀποκυήσεως καὶ τὰ συμβαίνοντα τῇ μητρί, ὅτε ἦν κατὰ γαστρὸς ὁ γεννώμενος, ὁ δὲ ὡροσκόπος τὴν ἀπότεξιν καὶ τοὺς εὐθὺς μετ’ αὐτὴν χρόνους, ἡ δὲ ἐπαναφορὰ τοῦ ὡροσκόπου τοὺς τελευταίους χρόνους τῆς πρώτης ἡλικίας. τοῦ δὲ μεσουρανήματος τὸ ἀπό- κλιμα σημαίνει τοῦ μέσου χρόνου τοὺς πρώτους, τὸ δὲ μεσουρά- νημα τοῦ μέσου τοὺς μέσους, ἡ δὲ ἐπαναφορὰ τοὺς τελευταίους. τῆς δὲ δύσεως τὸ ἀπόκλιμα σημαίνει τοῦ τελευταίου χρόνου τοὺς πρώτους, ἡ δὲ δύσις αὐτὴ τοὺς μέσους, ἡ δὲ ἐπαναφορὰ τοὺς τελευταίους. τοῦ δὲ ἀντιμεσουρανοῦντος τὸ ἀπόκλιμα σημαίνει τὸν πρὸ τοῦ θανάτου χρόνον, τὸ δὲ ἀντιμεσουράνημα αὐτὸν τὸν θάνατον, ἡ δὲ ἐπαναφορὰ τὸν μετὰ τὸν θάνατον χρόνον. τούτων δὲ ἕκαστος τῶν ιβʹ τόπων λαγχάνει τὰς προανενηνεγμένας μοίρας εʹ καὶ τὰς ἐπαναφερομένας κεʹ, ἐὰν αἱ τετράγωνοι δι’ ἐνενήκοντα μοιρῶν τυγχάνωσιν· ἐὰν δὲ ἀπὸ διαφόρων ἀριθμῶν, τὰς τῶν τετραγώνων ἀριθμῶν μοίρας εἰς τὰ τρία τρίμοιρα μέριζε ἐξ ἴσου καὶ γνώσῃ ἕκαστον τόπον, πόσας ἔχει μοίρας τοῦ ζῳδιακοῦ. οἷον ἐὰν τὸ μεσουράνημα τοῦ ὡροσκόπου ἀπέχῃ μοίρας ϞϚʹ, ἡ δύσις ἀφέξει τοῦ μεσουρανήματος μοίρας πδʹ καὶ τὸ ὑπὸ γῆν κέντρον τοῦ δύνοντος μοίρας ϞϚʹ, καὶ ὁ ὡροσκόπος τοῦ ὑπὸ γῆν κέντρου μοίρας πδʹ. ἐξ ὧν οἰκείως ἑκάστῳ τόπῳ ἐπιμερίσας ἐξ ἴσου τὰς ἐπιβαλλούσας μοίρας ἀπὸ τῆς οἰκείας τετραγώνου, ἀπὸ τῆς ὡροσκο- πούσης μοίρας καὶ τῶν προανενηνεγμένων εʹ μοιρῶν αὐτοῦ τὴν ἀρχὴν ποιησάμενος τῆς ἐκβολῆς ἐπὶ τὰ ἑπόμενα μαθήσῃ, ὡς ἔχει ἡ δωδεκάτροπος.


52. ᾿Εκ πόσων τρόπων γίνεται τὰ ἀποτελέσματα τῶν πλανητῶν.


Τὰ ἀποτελέσματα τῶν πλανητῶν γίνονται κατὰ τρόπους ἕν- δεκα, καὶ πρῶτος μὲν ὑπάρχει, ὅταν ὁ πλανήτης ἵσταται ἐν ἀγαθῷ τόπῳ ἀπὸ τοῦ ὡροσκόπου εἴτε εἰς κέντρον, εἴτε εἰς τοὺς ἀκολούθους τόπους τῶν κέντρων, οὓς βλέπει ὁ ὡροσκόπος. δεύτερος δὲ ὅταν ὁ πλανήτης ὑπάρχῃ εἴς τινα τόπον τῆς ἰδίας ἀξίας, ἤγουν εἰς οἶκον, ἢ εἰς τρίγωνον, ἢ εἰς ὕψωμα, ἢ εἰς ὅρια, ἢ εἰς πρόσωπον ἢ τόπον ἐν ᾧ χαίρει. τρίτος δὲ ὑπάρχει, ὅταν μὴ ᾖ ὁ πλανήτης ὑποπεποδισμένος, ἀλλ’ ὀρθοποδῶν. τέταρτος δὲ ὑπάρχει, ὅταν ὁ πλανήτης μὴ συνοδεύῃ ἑτέρῳ κακοποιῷ πλανήτῃ ἢ διαμετρῇ, ἢ τετραγωνίζῃ. πέμπτος τὸ μὴ φθάνειν αὐτὸν πλανήτην μὴ βλέπον- τα τὸν ὡροσκόπον ἢ ὄντα ἐν τῷ ταπεινώματι αὐτοῦ. ἕκτος, ὅταν ὑπάρχῃ αὐτὸν ἀποδεχόμενος. ἕβδομος, ὅταν ὑπάρχωσιν οἱ ἀνώ- τεροι αὐτοῦ πλανῆται οἱ ἄρσενες, ἤγουν ὁ Κρόνος, Ζεύς, ῎Αρης ἀνατολικοί, ἤτοι φαινόμενοι εἰς τὴν ἀνατολὴν τὸ πρωί, καὶ οἱ κατώτεροι πλανῆται, ἤγουν οἱ θηλυκοὶ ᾿Αφροδίτη, ῾Ερμῆς, Σε- λήνη, δυτικοί, ἤτοι φαινόμενοι τὴν ἑσπέραν εἰς τὴν δύσιν. ὄγδοος, ὅταν ὑπάρχωσιν οἱ πλανῆται εἰς τὸ φῶς αὐτῶν, ἤγουν τοῦ εἶναι τοὺς μὲν ἄρσενας κατὰ μὲν τὴν ἡμέραν ἐν τῷ ἐπάνω ἡμισφαιρίῳ, κατὰ δὲ τὴν νύκτα ἐν τῷ ὑποκάτω, τοὺς δὲ θηλυκοὺς τὴν μὲν νύκτα ἐν τῷ ὑποκάτω, τὴν δὲ ἡμέραν ἐν τῷ ἐπάνω. ἔννατος, ὅταν ὦσιν οἱ πλανῆται ἐν ζῳδίῳ στερεῷ. δέκατος, ὅταν ὦσιν οἱ πλανῆται ἐν τῇ καρδίᾳ τοῦ ῾Ηλίου, ἤτοι μοῖρα πρὸς μοῖραν· τότε γὰρ οἱ μὲν ἀγαθοποιοὶ στερεοῦσι τὸ ἀγαθόν, οἱ δὲ κακοποιοὶ τὸ κακόν. ἑνδέκατος, ὅταν οἱ μὲν ἀρσενικοὶ πλανῆται ὑπάρχωσιν ἐν τοῖς ἀρσενικοῖς τεταρτημορίοις, οἱ δὲ θηλυκοὶ ἐν τοῖς θηλυκοῖς, καὶ πάλιν οἱ μὲν ἀρσενικοὶ ἐν τοῖς ἀρσενικοῖς ζῳδίοις, οἱ δὲ θηλυκοὶ ἐν τοῖς θηλυκοῖς.


53. ῎Εκθεσις εἰς τὰς μαρτυρίας τῶν πλανητῶν.


Τοῦτό ἐστιν ἡ μαρτυρία τῶν πλανητῶν, ἵνα μὴ ὑπάρχῃ ἀμφί- βολος εἰς τὸ ναὶ ἢ οὔ. ὅταν ὁ πλανήτης ὑπάρχῃ εἴς τινα ἀξίαν αὐτοῦ, ἤγουν εἰς τὸν ἴδιον οἶκον, ἢ εἰς τρίγωνον, ἢ εἰς ὕψωμα, ἢ εἰς ὅρια ἢ εἰς πρόσωπον, τότε εἴ τι σημαίνει, πληροῖ αὐτό. τὰ ἀποτελέσματα τῆς χαρᾶς τῶν πλανητῶν εἰσι τέσσαρα, εἰσὶ δὲ ταῦτα· ἡ πρώτη χαρά, ὅταν ὁ ῾Ερμῆς ἐμπέσῃ εἰς τὸν ὡροσκόπον, ἡ Σελήνη εἰς τὸν τρίτον τόπον, ἡ ᾿Αφροδίτη εἰς τὸν πέμπτον, ὁ ῎Αρης εἰς τὸν ἕκτον, ὁ ῞Ηλιος εἰς τὸν ἔννατον, ὁ Ζεὺς εἰς τὸν ἑνδέκατον, ὁ Κρόνος εἰς τὸν δωδέκατον. ἡ δευτέρα χαρά, ὅταν ὁ Κρόνος εἰς τὸν ῾Υδροχόον, ὁ Ζεὺς εἰς τὸν Τοξότην, ὁ ῎Αρης εἰς τὸν Σκορπίον, ὁ ῞Ηλιος εἰς τὸν Λέοντα, ἡ ᾿Αφροδίτη εἰς τὸν Ταῦρον, ὁ ῾Ερμῆς εἰς τὴν Παρ- θένον, ἡ Σελήνη εἰς τὸν Καρκίνον. ἡ τρίτη χαρά· οἱ ἀρσενικοὶ πλανῆται χαίρουσιν, ὅταν ὦσιν ἀνατολικοί, καὶ οἱ θηλυκοί, ὅταν ὦσιν δυτικοί. ἡ τετάρτη χαρά, ὅταν οἱ ἀρσενικοὶ πλανῆται ὑπάρ- χωσιν ἐν ἀρσενικοῖς τεταρτημορίοις καὶ οἱ θηλυκοὶ ἐν τοῖς θηλυ- κοῖς. ὁ δὲ ῾Ερμῆς χαίρει μετ’ ἀμφοτέρων, ἤγουν, ὅταν ὑπάρχῃ μετ’ ἀρσενικῶν, χαίρει μετ’ αὐτῶν, καί, ὅταν ὑπάρχῃ μετὰ θηλυ- κῶν, χαίρει μετὰ θηλυκῶν.


54. Περὶ τῶν ἀκτίνων τῶν πλανητῶν.


Αἱ ἀκτῖνες τοῦ ῾Ηλίου ἀφικνοῦνται μοίρ. λʹ, ἔμπροσθεν ιεʹ καὶ ὄπισθεν ιεʹ· τῆς Σελήνης μοίρ. κδʹ, ἔμπροσθεν ιβʹ καὶ ὄπισθεν ιβʹ· τοῦ Κρόνου καὶ τοῦ Διὸς μοίρ. ιηʹ, ἔμπροσθεν θʹ καὶ ὄπισθεν θʹ· τοῦ ῎Αρεος ιϚʹ, ἔμπροσθεν ηʹ καὶ ὄπισθεν ηʹ· τῆς ᾿Αφροδίτης καὶ τοῦ ῾Ερμοῦ ιδʹ, ἔμπροσθεν ζʹ καὶ ὄπισθεν ζʹ.



Personal tools