Vettius Valens - Anthology - Book 7 - Proem

From HellenisticWiki

Jump to: navigation, search
Vettius Valens
Anthology
Book 7, Proem, pg. 251 in Pingree's edition.
Edited by David Pingree (1986)
Page started January 27, 2009
Translation: Insert name(s) here.
Greek Entry Chris Brennan
Additional Contributors: None yet



Vettius Valens of Antioch, Anthology Book 7


1. Proem

[1]


ΟΥΕΤΤΙΟΥ ΟΥΑΛΕΝΤΟΣ ΑΝΤΙΟΧΕΩΣ ΑΝΘΟΛΟΓΙΩΝ ΒΙΒΛΙΟΝ Ζ


α´. Προοίμιον

[1] Χρὴ μὲν οὖν πρὸ πάντων καὶ περὶ ταύτης τῆς βίβλου ὅρκον προτάξαι τοῖς ἐντυγχάνουσιν, ὅπως πεφυλαγμένως καὶ μυστικῶς ἔχωσι τὰ λεγόμενα • ποικίλως γὰρ καὶ ἀκολούθως τὰς προκειμένας αἱρέσεις ἐθέμην εἰς προτροπὴν καὶ ἀγωγὴν φιλόκαλον πολλὴν δύναμιν ἐχούσας, ὅπως ἀπό τῶν ἐλαχίστων ἐπὶ τἀ μείζονα τὴν ἐπιθυμίαν ἐπεκτείνωσι καὶ μὴ διαλιπόντες ψόγον καθ’ ἡμῶν οἴσονται. [2] βέλτιον οὖν ἐστι προγυμνασθέντας ταῖς συντεταγμέναις ὑφ’ ἡμῶν βίβλοις ἐπὶ ταύτας ἐλθεῖν • ἐκ γὰρ τῶν καθολικῶν καὶ μερικῶν συγκρίσεων ἄπταιστος ἡ διαίρεσις καὶ σεβάσμιος κριθήσεται. [3] καὶ καθάπερ ἂν εἴς τινα ἀκρώρειαν διὰ βαθμῶν καὶ περικαμπῶν τόπων ἀνελθών τις μετὰ πολλοῦ πόνου καὶ εὑρὼν ναοῦ κατασκευὴν καὶ πολυτέλειαν ἀγαλμάτον

χρυσοῦ <τ’ ἠλέκτρου> τε καὶ ἀργύρου ἠδ’ ἐλέφαντος

ἤ τινα ἁλουργήματα ἀμετανόητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ἄνοδον καὶ μεθ’ ἡδονῆς θρησκεύει φαντασιούμενος οὐρανίοις θεοῖς προσομιλεῖν, τὸν αὐτὸν πρόπον καὶ οἱ ταῖς παραγγελίαις ἡμῶν πειθόμενοι • οὓς ὁρκίζω Ἡλίου μὲν ἱερὸν κύκλον καὶ Σελήνης ἀνωμάλους δρόμους, τῶν τε λοιπῶν ἀστέρων δυνάμεις καὶ κύκλον δυοκαίδεκα ζῳδίων, ἐν ἀποκρύφοις ταῦτα ἔχειν καὶ τοῖς ἀπαιδεύτοις ἤ ἀμυήτοις μὴ μεταδιδόναι τιμήν τε καὶ μνήμην τῷ εἰσηγησαμένῳ ἀπονέμειν. [4] εὐορκοῦσι μὲν εὖ εἴη καὶ καταθύμιοι οἱ προκείμενοι θεοί, ἐπιορκοῦσι δὲ τὰ ἐναντία.

Personal tools